Ancient Greek · ~2 min
Chapter 13
Plutarch, Πύρρος 13.3
Not analysed yet
εἷς δέ τις ἀνήρ ἐπιεικὴς, Μέτων ὄνομα, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὸ δόγμα κυροῦν ἔμελλον ἐνστάσης καὶ τοῦ δήμου καθεζομένου, λαβὼν στέφανον τῶν ἑώλων καὶ λαμπάδιον, ὥσπερ οἱ μεθύοντες, αὐλητρίδος ὑφηγουμένης αὐτῷ πρὸς τὴν ἐκκλησίαν ἐκώμαζεν. οἷα δὲ ἐν ὄχλῳ δημοκρατίας κόσμον οὐκ ἐχούσης οἱ μὲν ἐκρότουν ἰδόντες, οἱ δὲ ἐγέλων, ἐκώλυε δὲ οὐδείς, ἀλλὰ καὶ τὸ γύναιον αὐλεῖν κἀκεῖνον ᾅδειν ἐκέλευον εἷς μέσον προελθόντα· καὶ τοῦτο ποιήσων ἐπίδοξος ἦν.