Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Πύρρος 15.3
Not analysed yet
αὕτη δὲ πλαγίου μὲν ἔτι ὄντος τοῦ κύματος ἠμύνετο καὶ διέφευγε μεγέθει καὶ ῥώμῃ τὰς ἐπιβολὰς τῆς θαλάσσης· ἐπεὶ δὲ περιελθὸν ἀπὸ γῆς ἀπήντα τὸ πνεῦμα καὶ κίνδυνον εἶχεν ἡ ναῦς ἀντίπρῳρος ἱσταμένη πρὸς κλύδωνα πολὺν διαρραγῆναι, τὸ δὲ ἐφέντας αὖθις ἠγριωμένῳ πελάγει καὶ πνεύματι τροπὰς λαμβάνοντι παντοδαπὰς φέρεσθαι φοβερώτερον ἐφαίνετο τῶν παρόντων κακῶν, ἄρας ὁ Πύρρος αὑτὸν ἀφῆκεν εἰς θάλασσαν,