Ancient Greek · ~2 min
22.2 to 22.3
Plutarch, Πύρρος 22.2-3
Not analysed yet
πολλὰ δὴ τὴν τύχην μεμψάμενος ὅτι πράξεων μεγάλων ὑποθέσεις εἰς ἕνα καιρὸν αὐτῷ συνήνεγκε, καὶ νομίζων ὡς ἀμφοτέρων ὑπαρχόντων ἀπολλύναι θάτερον, διηνέχθη τοῖς λογισμοῖς πολὺν χρόνον. εἶτα τοῖς Σικελικοῖς μειζόνων ὑποκεῖσθαι πραγμάτων δοκούντων, Λιβύης ἐγγὺς εἶναι δοκούσης, ἐπὶ ταῦτα τρέψας Κινέαν μὲν εὐθὺς ἐξέπεμψε προδιαλεξόμενον, ὥσπερ εἰώθει, ταῖς πόλεσιν, αὐτὸς δὲ τοῖς Ταραντίνοις δυσανασχετοῦσιν ἐμβαλὼν φρουράν, καὶ ἀξιοῦσιν ἢ παρέχειν ἐφʼ· οἷς ἧκε, συμπολεμοῦντα Ῥωμαίοις, ἢ τὴν χώραν προέμενον αὐτῶν ἀπολιπεῖν τὴν πόλιν οἵαν παρέλαβε, μηδὲν ἐπιεικὲς ἀποκρινάμενος, ἀλλὰ προστάξας ἡσυχίαν ἄγειν καὶ περιμένειν τὸν ἑαυτοῦ καιρόν, ἐξέπλευσεν.