Ancient Greek · ~2 min
Chapter 23
Plutarch, Πύρρος 23.5
Not analysed yet
Θοίνωνα δὲ τὰ αὐτὰ φρονεῖν αἰτιασάμενος ἀπέκτεινεν, οὐ κατὰ μικρὸν οὐδὲ καθʼ ἓν αὐτῷ μεθίστατο τῶν πραγμάτων, ἀλλὰ δεινοῦ τινος μίσους ἐγγενομένου ταῖς πόλεσι πρὸς αὐτὸν αἱ μὲν προσετίθεντο Καρχηδονίοις, αἱ δὲ ἐπήγοντο Μαμερτίνους. ἀποστάσεις δὲ ὁρῶν ἅπαντα καὶ νεωτερισμοὺς καὶ σύστασιν ἰσχυρὰν ἐφʼ αὑτόν, ἐδέξατο γράμματα Σαυνιτῶν καὶ Ταραντίνων μόλις ἀντεχόντων ταῖς πόλεσιν αὐταῖς πρὸς τὸν πόλεμον, εἰργομένων δὲ τῆς χώρας ἁπάσης καὶ δεομένων βοηθεῖν.