Ancient Greek · ~2 min
Chapter 26
Plutarch, Πύρρος 26.1
Not analysed yet
οὕτω μὲν ἐξέπεσε τῶν Ἰταλικῶν καὶ Σικελικῶν ὁ Πύρρος ἐλπίδων, ἑξαετῆ χρόνον ἀναλώσας περὶ τοὺς ἐκεῖ πολέμους, καὶ τοῖς πράγμασιν ἐλαττωθείς, τὸ δὲ ἀνδρεῖον ἀνίκητον ἐν ταῖς ἥτταις διαφυλάξας· καὶ νομισθεὶς ἐμπειρίᾳ μὲν πολεμικῇ καὶ χειρὶ καὶ τόλμῃ πολὺ πρῶτος εἶναι τῶν καθʼ αὑτὸν βασιλέων, ἃ δὲ ταῖς πράξεσιν ἐκτᾶτο ταῖς ἐλπίσιν ἀπολλύναι, διʼ ἔρωτα τῶν ἀπόντων οὐδὲν εἷς ὃ δεῖ θέσθαι τῶν ὑπαρχόντων φθάσας.