Ancient Greek · ~3 min
26.10 to 26.11
Plutarch, Πύρρος 26.10-11
Not analysed yet
ἔφη γάρ ἐλευθερώσων τὰς ὑπʼ Ἀντιγόνῳ πόλεις ἀφῖχθαι, καὶ νὴ Δία τοὺς νεωτέρους παῖδας εἷς Σπάρτην, εἰ μή τι κωλύει, πέμψων ἐντραφησομένους τοῖς Λακωνικοῖς ἔθεσιν, ὡς τούτῳ πλέον ἔχοιεν ἤδη τῶν πάντων βασιλέων, ταῦτα πλαττόμενος καὶ παράγων τοὺς ἐντυγχάνοντας αὐτῷ καθʼ ὁδόν, ὡς πρῶτον ἥψατο τῆς Λακωνικῆς ἁρπαγὴν ἐποιεῖτο καὶ λεηλασίαν· ἐγκαλούντων δὲ τῶν πρέσβεων, ὅτι μὴ καταγγείλας πόλεμον ἐξενήνοχε πρὸς αὐτούς, ἀλλʼ οὐδʼ ὑμᾶς, ἔφη· τοὺς Σπαρτιάτας ἴσμεν ὅ τι ἂν μέλλητε ποιεῖν ἑτέροις προλέγοντας εἷς δὲ τῶν παρόντων, ὄνομα Μανδροκλείδας, εἶπε τῇ φωνῇ λακωνίζων αἰ μὲν ἐσσὶ τύ γε θεός, οὐδὲν μὴ πάθωμεν οὐ γὰρ ἀδικεῦμεν αἰ δ’ ἄνθρωπος, ἔσσεται καὶ τεῦ κάρρων ἄλλος.