Ancient Greek · ~2 min
Chapter 26
Plutarch, Πύρρος 26.5
Not analysed yet
κἀκεῖνος μὲν ὑποφεύγων ἅμα τῶν ἱππέων ὀλίγοις τῶν παραλίων τινὰς πόλεων κατέσχεν, ὁ δὲ Πύρρος ἐν εὐτυχήμασι τοσούτοις μέγιστον αὐτῷ πρὸς δόξαν οἰόμενος διαπεπρᾶχθαι τὸ περὶ τοὺς Γαλάτας, τὰ κάλλιστα καὶ λαμπρότατα τῶν λαφύρων ἀνέθηκεν εἷς τὸ ἱερὸν τῆς Ἰτωνίδος ʼ Ἀθηνᾶς, τόδε τὸ ἐλεγεῖον ἐπιγράψας τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν, πάντα τὸν Ἀντιγόνου καθελὼν στρατὸν οὐ μέγα θαῦμα· αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.