Ancient Greek
Chapter 29
Plutarch, Πύρρος 29.3
Not analysed yet
ἠμύνοντο δὲ προθυμίᾳ καὶ ἀρετῇ παρὰ δύναμιν οἱ Λακεδαιμόνιοι· καὶ παρῆσαν αἱ γυναῖκες ὀρέγουσαι βέλη, καὶ σιτία καὶ ποτὸν τοῖς δεομένοις προσφέρουσαι, καὶ ἀναλαμβάνουσαι τούς τιτρωσκομένους. τήν τε τάφρον οἱ Μακεδόνες χοῦν ἐπειρῶντο, πολλὴν συμφοροῦντες ὕλην, ὑφʼ ἧς ὅπλα καὶ σώματα νεκρῶν ἐπιχεομένης ἀπεκρύπτετο.