Ancient Greek · ~2 min
Chapter 29
Plutarch, Πύρρος 29.6
Not analysed yet
μοχθηρὰς ἤδη τῶν Λακεδαιμονίων ἐχόντων τὰς ἐλπίδας Ἀμεινίαν τε Φωκέα, τῶν Ἀντιγόνου στρατηγῶν, ἐκ Κορίνθου βοηθήσοντα παρεισήγαγε μετὰ ξένων, καὶ τοῦτον ἄρτι δεδεγμένων ὁ βασιλεὺς αὐτοῖς Ἄρευς ἧκεν ἐκ Κρήτης δισχιλίους στρατιώτας κομίζων, αἵ τε δὴ γυναῖκες εὐθὺς ἐπὶ τὰς οἰκίας ἐσκεδάσθησαν, οὐδὲν ἔτι πολυπραγμονεῖν ἀξιοῦσαι τῶν πολεμικῶν, καὶ τοὺς παρʼ ἡλικίαν ἐν τοῖς ὅπλοις ὑπʼ ἀνάγκης γενομένους ἀφέντες αὑτοὺς ἐπὶ τὴν μάχην ἔταξαν.