Ancient Greek
Chapter 32
Plutarch, Πύρρος 32.1
Not analysed yet
σκότους δὲ πολλοῦ προσμίξας ὁ Πύρρος τοῖς τείχεσι, καὶ πύλην εὑρών ἣν Διαμπερὲς καλοῦσιν ἀνεῳγμένην ὑπὸ τοῦ Ἀριστέου αὐτοῖς, ἄχρι μὲν τοῦ παρεισπεσεῖν τοὺς Γαλάτας τοὺς παρʼ αὐτοῦ καὶ τὴν ἀγορὰν καταλαβεῖν ἐλάνθανε· τῆς δὲ πύλης τοὺς ἐλέφαντας οὐ δεχομένης καὶ διὰ τοῦτο τοὺς πύργους αὐτῶν ἀφαιρούντων, εἶτα πάλιν ἐν σκότε καὶ θορύβῳ περιτιθέντων καὶ γενομένης διατριβῆς, οἱ Ἀργεῖοι συναισθόμενοι πρὸς τὴν Ἀσπίδα καὶ τοὺς ὀχυροὺς τόπους ἀνέθεον, καὶ τὸν Ἀντίγονον ἐκάλουν πέμποντες.