Ancient Greek · ~2 min
34.5 to 34.6
Plutarch, Πύρρος 34.5-6
Not analysed yet
τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν· ἐπεὶ δὲ ὁ Ἀλκυονεὺς τῷ Ἑλένῳ περιτυχὼν ταπεινῷ καὶ χλαμύδιον λιτὸν ἀμπεχομένῳ φιλανθρώπως ἐνέτυχε καὶ τῷ πατρὶ προσήγαγεν, ἰδὼν ὁ Ἀντίγονος βελτίονα μὲν, εἶπεν, ὦ παῖ, ταῦτα τῶν προτέρων, ἀλλʼ οὐδὲ νῦν ὀρθῶς τῷ μὴ περιελεῖν τὴν ἐσθῆτα ταύτην, ἣ μᾶλλον ἡμᾶς καταισχύνει τοὺς κρατεῖν δοκοῦντας. ἐκ τούτου φιλοφρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἴς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενόμενος.