Ancient Greek · ~2 min
Chapter 5
Plutarch, Πύρρος 5.1
Not analysed yet
μετὰ δὲ τὸν γάμον τοῦτον ἔτι μᾶλλον εὐδοκιμῶν, καὶ γυναικὸς ἀγαθῆς τῆς Ἀντιγόνης περὶ αὐτὸν οὔσης, διεπράξατο χρήματα λαβὼν καὶ δύναμιν εἰς Ἤπειρον ἐπὶ τὴν βασιλείαν ἀποσταλῆναι. καὶ παρῆν οὐκ ἄκουσι τοῖς πολλοῖς διὰ τὴν ἀπέχθειαν τὸν Νεοπτολέμου χαλεπῶς καὶ βιαίως ἄρχοντος, πλὴν ἀλλὰ δείσας μὴ πρός τινα τῶν ἄλλων βασιλέων ὁ Νεοπτόλεμος τράπηται, διαλύσεις ἔθετο καὶ φιλίαν πρὸς αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς.