Ancient Greek · ~2 min
Chapter 5
Plutarch, Πύρρος 5.4
Not analysed yet
καλέσας οὖν αὐτὸν ἐπὶ δεῖπνον, ὡς δέ φασιν ἔνιοι, καὶ χρησάμενος παρʼ οἶνον ὥραν ἔχοντι, λόγους προσήνεγκε παρακαλῶν ἑλέσθαι τὰ τοῦ Νεοπτολέμου καὶ φαρμάκοις διαφθεῖραι τὸν Πύρρον. ὁ δὲ Μυρτίλος ἐδέξατο μὲν τὴν πεῖραν ὡς ἐπαινῶν καὶ συμπεπεισμένος, ἐμήνυσε δὲ τῷ Πύρρῳ· καὶ κελεύσαντος ἐκείνου τὸν ἀρχιοινοχόον Ἀλεξικράτην τῷ Γέλωνι συνέστησεν, ὡς δὴ μεθέξοντα τῆς πράξεως αὐτοῖς· ἐβούλετο γὰρ ἐν πλείοσιν ὁ Πύρρος τὸν ἔλεγχον γενέσθαι τοῦ ἀδικήματος.