# Πύρρος 5.5

Plutarch, Πύρρος, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-122/5.5

οὕτω δὲ τοῦ Γέλωνος ἐξαπατωμένου συνεξαπατώμενος ὁ Νεοπτόλεμος, καὶ τὴν ἐπιβουλὴν ὁδῷ βαδίζειν οἰόμενος οὐ κατεῖχεν, ἀλλʼ ὑπὸ χαρᾶς ἐξέφερε πρὸς τοὺς φίλους, καί ποτε κωμάσας παρὰ τὴν ἀδελφὴν Καδμείαν ἐχρῆτο λαλιᾷ περὶ τούτων, οὐδένα συνακούειν οἰόμενος· οὐδεὶς γὰρ ἦν πλησίον ἄλλος ἢ Φαιναρέτη γυνὴ Σάμωνος τοῦ τὰ ποίμνια καὶ τὰ βουκόλια τῷ Νεοπτολέμῳ διοικοῦντος, αὕτη δὲ ἀπεστραμμένη πρὸς τὸν τοῖχον

---

Plutarch, Πύρρος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg030.local001/.
