# Πύρρος 7.1-3

Plutarch, Πύρρος, 7.1 to 7.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-122/7.1

τῷ δὲ Ἀλεξάνδρῳ τῶν πραγμάτων ἤδη κατάστασιν ἐχόντων ὅμως ὁ Δημήτριος ἀφίκετο· καὶ δῆλος μὲν ἦν εὐθὺς ἥκων μὴ δεομένῳ, καὶ φόβον παρεῖχεν, ὀλίγας δ̓· ἡμέρας συγγενόμενοι διʼ ἀπιστίας ἐπεβούλευσαν ἀλλήλοις ἀμφότεροι, καιρῷ δὲ χρησάμενος καὶ φθάσας ἀποκτίννυσιν ὁ Δημήτριος τὸ μειράκιον, καὶ βασιλεὺς ἀνηγορεύθη Μακεδονίας. ἦν μὲν οὖν καὶ πρότερον αὐτῷ πρὸς τὸν Πύρρον ἐγκλήματα, καὶ καταδρομαὶ τῆς Θεσσαλίας ἐγεγόνεισαν ὑπʼ ἐκείνου, καὶ τὸ σύμφυτον νόσημα ταῖς δυναστείαις, ἡ πλεονεξία, τὴν γειτνίασιν αὐτοῖς ἐπίφοβον καὶ ἄπιστον παρεῖχε, καὶ μᾶλλον ἔτι μετὰ τὴν τῆς Δηϊδαμείας τελευτήν. ἐπεὶ δὲ καὶ κατασχόντες ἀμφότεροι Μακεδονίας συνέπιπτον εἰς τὸ αὐτὸ καὶ μείζονας ἐλάμβανε προφάσεις ἡ διαφορά, Δημήτριος μὲν ἐπʼ Αἰτωλοὺς στρατευσάμενος καὶ κρατήσας, Πάνταυχον αὐτόθι μετὰ πολλῆς δυνάμεως καταλιπὼν αὐτὸς ἐβάδιζεν ἐπὶ Πύρρον, καὶ Πύρρος ἐπʼ ἐκεῖνον, ὡς ᾔσθετο. γενομένης δὲ διαμαρτίας καθʼ ὁδὸν ἀλλήλους παρήλλαξαν καὶ Δημήτριος μὲν ἐμβαλὼν εἰς Ἤ πειρον ἐλεηλάτει, Πύρ ος δὲ Πανταύχῳ περιπεσὼν εἰς μάχην κατέστη.

---

Plutarch, Πύρρος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg030.local001/.
