Ancient Greek · ~1 min
Chapter 9
Plutarch, Πύρρος 9.1
Not analysed yet
γυναῖκας δὲ πραγμάτων ἕνεκα καὶ δυνάμεως πλείονας ἔγημε μετὰ τὴν Ἀντιγόνης τελευτήν. καὶ γὰρ Αὐτολέοντος τοῦ Παιόνων βασιλέως ἔλαβε θυγατέρα, καὶ Βιρκένναν τὴν Βαρδύλλιος τοῦ Ἰλλυριῶν, καὶ Λάνασσαν τὴν Ἀγαθοκλέους τοῦ Συρακουσίου, προῖκα προσφερομένην αὐτῷ τὴν Κερκυραίων πόλιν ἡλωκυῖαν ὑπὸ Ἀγαθοκλέους, ἐκ μὲν οὖν Ἀντιγόνης Πτολεμαῖον υἱὸν ἔσχεν, ἐκ δὲ Λανάσσης Ἀλέξανδρον, Ἕλενον δὲ τὸν νεώτατον ἐκ Βιρκέννης.