# Συμποσιακῶν προβλημάτων βιβλία 1.1-8

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 1, Διὰ τί τὰ γράμματα πόρρωθεν οἱ πρεσβύτεροι μᾶλλον ἀναγιγνώσκουσιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/1.1-8

ταῦτα δʼ ἡμῶν εἰς τὸ προκείμενον εὑρησιλογούντων, ἐδόκει τὸ τῆς ὄψεως ς ἀντιπίπτειν. οἱ γὰρ πρεσβύτεροι πόρρω τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἀναγιγνώσκουσιν, ἐγγύθεν δʼ οὐ δύνανται· καὶ τοῦτο παραδηλῶν ὁ Αἰσχύλος φησὶν οὐδὲ ἀπὸ αὐτόν· οὐ γὰρ ἐγγύθεν ἐνδηλότερον δὲ Σοφοκλῆς ταὐτὸ περὶ τῶν γερόντων· βαρεῖα μὲν γὰρ ἐν λόγοισι προσβολὴ μόλις διʼ ὠτὸς ἔρχεται τρυπωμένου, πόρρω δὲ λεύσσων, ἐγγύθεν δὲ πᾶς τυφλός. εἴπερ οὖν πρὸς τὴν ἐπίτασιν καὶ σφοδρότητα μᾶλλον ὑπακούει τὰ τῶν γερόντων αἰσθητήρια, πῶς ἐν τῷ ἀναγιγνώσκειν τὸν ἐγγύθεν ἀντιφωτισμὸν οὐ φέρουσιν, ἀλλὰ παράγοντες ἀπωτέρω τὸ βιβλίον ιο ἐκλύουσι τὴν λαμπρότητα τῷ ἀέρι καθάπερ οἶνον ὕδατι κατακεραννυμένην;

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
