# Συμποσιακῶν προβλημάτων βιβλία 1.2-7

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 1, Διὰ τί τῷ ποτίμῳ μᾶλλον ὕδατι ἢ τῷ θαλαττίῳ πλύνεται τὰ ἱμάτια.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/1.2-7

καὶ ὁ Θέων ἀλλὰ τοῦτὸ γʼ εἶπε τῶν γεωδῶν Ἀριστοτέλης πάλαι διαλέλυκεν, ὃ προβέβληκας ἡμῖν. καὶ γὰρ τῇ θαλάττῃ τὸ ραχὺ καὶ γεῶδες ἐνδιέσπαρται καὶ τοῦτο ποιεῖ τὴν ἁλυκότητα μεμιγμένον· ᾗ καὶ μᾶλλον ἡ θάλαττα τούς τε νηχομένους ἐξαναφέρει καὶ στέγει τὰ βάρη, τοῦ γλυκέος ἐνδιδόντος διὰ κουφότητα καὶ ἀσθένειαν ἔστι γὰρ ἄμικτον καὶ καθαρόν· ὅθεν ἐνδύεται διὰ λεπτότητα καὶ διεξιὸν τοῦ θαλαττίου μᾶλλον ἐκτήκει τὰς κηλῖδας. ἢ οὐ δοκεῖ σοι τοῦτο πιθανῶς λέγειν Ἀριστοτέλης;

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
