Ancient Greek · ~5 min
Book 1, Διὰ τί τῆς Αἰαντίδος φυλῆς Ἀθήνησιν οὐδέποτε τὸν χορὸν ἔκρινον ὕστατον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 1.2-8
Not analysed yet
Προεβλήθη δέ τι τοιοῦτον ὑπὸ Μάρκου τοῦ γραμματικοῦ. Νεάνθη τὸν Κυζικηνὸν ἔφη λέγειν ἐν τοῖς κατὰ πόλιν μυθικοῖς, ὅτι τῇ Αἰαντίδι φυλῇ γέρας ὑπῆρχε τὸ μὴ κρίνεσθαι τὸν αὐτῆς χορὸν ἔσχατον· εἰ μὲν οὖν ἔφη πρὸς ἀπόδειξιν ἱστορίας ὁ ἀνα εἰ δὲ τοῦτὸ γʼ οὐ νοθεύει, προκείσθω τῆς αἰτίας ἐν κοινῷ πᾶσιν ἡ ζήτησις εἰπόντος δὲ τοῦ ἑταίρου Μίλωνος ἂν οὖν ψεῦδος ᾖ τὸ λεγόμενον; οὐδέν ἔφη δεινόν ὁ Φιλόπαππος εἰ ταὐτὸ πεισόμεθα Δημοκρίτῳ τῷ σοφῷ διὰ φιλολογίαν. καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώδης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο· τῆς δὲ κῆπόν τινα φραζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον· θαυμάζοντος δὲ τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται, τὴν αἰτίαν ἔφη δεῖ με τῆς γλυκύτητος εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής· κατάκεισο δή τὸ γύναιον εἶπε μειδιῶν, ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον· ὁ δʼ ὥσπερ ἀχθεσθεὶς ἀπέκναισας εἶπε καὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῷ λόγῳ καὶ ζητήσω τὴν αἰτίαν, ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῷ σικύῳ τῆς γλυκύτητος. οὐκοῦν μηδʼ ἡμεῖς τὴν Νεάνθους ἐν ἐνίοις εὐχέρειαν ἀποδράσεως ποιησώμεθα πρόφασιν ἐγγυμνάσασθαι γάρ, εἰ μηδὲν ἄλλο χρήσιμον, ὁ λόγος παρέξει.