Ancient Greek · ~8 min
Book 1, Εἰ δεῖ φιλοσοφεῖν παρὰ πότον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 1.3
Not analysed yet
σοῦ δʼ εἰπόντος οὐκ ἄξιον εἶναι Κράτωνι περὶ τούτων ἀντιλέγειν, ὅρον δέ τινα καὶ χαρακτῆρα τῶν παρὰ πότον φιλοσοφουμένων ζητεῖν ἐκφεύγοντα τοῦτο δὴ τὸ παιζόμενον οὐκ ἀηδῶς πρὸς τοὺς ἐρίζοντας καὶ σοφιστιῶντας νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα, ηομ. β 381 καὶ παρακαλοῦντος ἡμᾶς ἐπὶ τὸν λόγον· ἔφην ἐγὼ πρῶτον ὅτι μοι δοκεῖ σκεπτέον εἶναι τὸ τῶν παρόντων· ἂν μὲν γὰρ πλείονας ἔχῃ φιλολόγους τὸ συμπόσιον, ὡς τὸ Ἀγάθωνος Σωκράτας Φαίδρους Παυσανίας Ἐρυξιμάχους, καὶ τὸ Καλλίου Χαρμίδας Ἀντισθένας Ἑρμογένας, ἑτέρους τούτοις παραπλησίους, ἀφήσομεν αὐτοὺς μύθῳ φιλοσοφεῖν, οὐχ ἧττον ταῖς Μούσαις τὸν Διόνυσον ἢ ταῖς Νύμφαις κεραννύντας ἐκεῖναι μὲν γὰρ αὐτὸν τοῖς σώμασιν ἵλεων καὶ πρᾶον, αὗται δὲ ταῖς ψυχαῖς μειλίχιον ὄντως καὶ χαριδώτην ἐπεισάγουσι. καὶ γὰρ ἂν ὀλίγοι τινὲς ἰδιῶται παρῶσιν, ὥσπερ ἄφωνα γράμματα φωνηέντων ἐν μέσῳ πολλῶν τῶν πεπαιδευμένων ἐμπεριλαμβανόμενοι, φθογγῆς τινος οὐ παντελῶς ἀνάρθρου καὶ συνέσεως κοινωνήσουσιν. ἂν δὲ πλῆθος ᾖ τοιούτων ἀνθρώπων, οἳ παντὸς μὲν ὀρνέου παντὸς δὲ νεύρου καὶ ξύλου μᾶλλον ἢ φιλοσόφου φωνὴν ὑπομένουσι, τὸ τοῦ Πεισιστράτου χρήσιμον ἐκεῖνος γὰρ ἐν διαφορᾷ τινι πρὸς τοὺς υἱοὺς γενόμενος, ὡς ᾔσθετο τοὺς ἐχθροὺς χαίροντας, ἐκκλησίαν συναγαγὼν ἔφη βούλεσθαι μὲν αὐτὸς πεῖσαι τοὺς παῖδας, ἐπεὶ δὲ δυσκόλως ἔχουσιν, αὐτὸς ἐκείνοις πείσεσθαι καὶ ἀκολουθήσειν. οὕτω δὴ καὶ φιλόσοφος ἀνὴρ ἐν συμπόταις μὴ δεχομένοις τοὺς λόγους αὐτοῦ μεταθέμενος ἕψεται καὶ ἀγαπήσει τὴν ἐκείνων διατριβὴν, ἐφʼ ὅσον μὴ ἐκβαίνει τὸ εὔσχημον· εἰδὼς ὅτι ῥητορεύουσι μὲν ἄνθρωποι διὰ λόγου, φιλοσοφοῦσι δὲ καὶ σιωπῶντες καὶ παίζοντες καὶ νὴ Δία σκωπτόμενοι καὶ σκώπτοντες. οὐ γὰρ μόνον ἀδικίας ἐσχάτης ἐστίν ὥς φησι Πλάτων μὴ ὄντα δίκαιον εἶναι δοκεῖν, ἀλλὰ καὶ συνέσεως ἄκρας φιλοσοφοῦντα μὴ δοκεῖν φιλοσοφεῖν καὶ παίζοντα διαπράττεσθαι τὰ τῶν σπουδαζόντων. ὡς γὰρ αἱ παρʼ Εὐριπίδῃ μαινάδες ἄνοπλοι καὶ ἀσίδηροι τοῖς θυρσαρίοις παίουσαι τοὺς ἐπιτιθεμένους τραυματίζουσιν, οὕτω τῶν ἀληθινῶν φιλοσόφων καὶ τὰ σκώμματα καὶ οἱ γέλωτες τοὺς μὴ παντελῶς ἀτρώτους κινοῦσιν ἁμωσγέπως καὶ συνεπιστρέφουσιν.