Ancient Greek · ~3 min
Book 1, Διὰ τί τῷ ποτίμῳ μᾶλλον ὕδατι ἢ τῷ θαλαττίῳ πλύνεται τὰ ἱμάτια.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 1.4-4
Not analysed yet
καὶ ὁ Θέων ὑπολαβών οὐδέν ἔφη λέγεις· Ἀριστοτέλης γὰρ ἐν ταὐτῷ βιβλίῳ φησὶ τοὺς ἐν θαλάττῃ λουσαμένους τάχιον ἀποξηραίνεσθαι τῶν γλυκέσι χρησαμένων, ἂν ἐν ἡλίῳ στῶσι. λέγει γάρ εἶπον· ἀλλʼ ᾤμην σε μᾶλλον Ὁμήρῳ τἀναντία λέγοντι πιστεύσειν. ὁ γὰρ Ὀδυσσεὺς μετὰ τὸ ναυάγιον ἐντυγχάνει τῇ Ναυσικάᾳ σμερδαλέος ὀφθῆναι, κεκακωμένος ἅλμῃ, καὶ πρὸς τὰς θεραπαινίδας φησὶν ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἂν ἐγὼ αὐτὸς ἅλμην ὤμοιιν ἀπολούσομαι. καταβὰς δʼ εἰς τὸν ποταμὸν ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον, ὑπερφυῶς τοῦ ποιητοῦ τὸ γιγνόμενον συνεωρακότος. ὅταν γὰρ ἐκ τῆς θαλάττης ἀναδύντες ἐν τῷ ἡλίῳ στῶσι, τὸ λεπτότατον καὶ κουφότατον τῆς ὑγρασίας ἡ θερμότης διεφόρησε· τὸ δʼ ἁλμυρὸν αὐτὸ καὶ τραχὺ καταλειφθὲν ἐφίσταται καὶ παραμένει τοῖς σώμασιν ἁλώδης ἐπίπαγος, μέχρι ἂν αὐτὸ ποτίμῳ καὶ γλυκεῖ κατακλύσωσιν.