Ancient Greek · ~8 min
Book 1, Πότερον αὐτὸν δεῖ κατακλίνειν τοὺς ἑστιωμένους τὸν ὑποδεχόμενον ἢ ἐπʼ αὐτοῖς ἐκείνοις ποιεῖσθαι.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 1.6
Not analysed yet
ὀρθῶς οὖν ἔφαμεν λέγειν αὐτὸν ἡμεῖς, καὶ τί δὴ φθονεῖς τῶν τακτικῶν ἡμῖν καὶ ἁρμονικῶν; ἐλέγομεν. οὐδείς ἔφη φθόνος, ὀὲν μέλλητε πείθεσθαι μετακινοῦντί μοι καὶ μετακοσμοῦντι τὸ συμπόσιον, ὥσπερ τῷ Ἐπαμεινώνδᾳ τὴν φάλαγγα. συνεχωροῦμεν οὂν οὕτω ποιεῖν ἅπαντες. ὁ δὲ τοὺς παῖδας ἐκ μέσου κελεύσας γενέσθαι, καταβλέψας ἕκαστον ἀκούσατʼ εἶπεν ὡς μέλλω συντάττειν ὑμᾶς ἀλλήλοις βούλομαι γὰρ προειπεῖν. δοκεῖ γάρ μοι καὶ τὸν Ὅμηρον οὐκ ἀδίκως ὁ Θηβαῖος αἰτιάσασθαι Παμμένης ὡς τῶν ἐρωτικῶν ἄπερον, ὅτι φῦλα φύλοις συνέταξεν καὶ φρατρίας φατρίαις συνέμιξε, δέον ἐραστὴν μετʼ ἐρωμένου παρεμβάλλειν ἵνʼ σύμπνους ἡ φάλαγξ διʼ ὅλης ἔμψυχον ἔχουσα δεσμόν. τοιοῦτο κἀγὼ βούλομαι ποιῆσαι τὸ συμπόσιον ἡμῶν, οὐ πλουσίῳ πλούσιον οὐδὲ νέῳ νέον οὐδʼ ἄρχοντι συγκατακλίνων ἄρχοντα καὶ φίλῳ φίλον· ἀκίνητος γὰρ αὕτη καὶ ἀργὴ πρὸς εὐνοίας ἐπίδοσιν καὶ γένεσιν ἡ τάξις· ἀλλὰ τῷ δεομένῳ τὸ οἰκεῖον προσαρμόττων κελεύω φιλολόγῳ μὲν ὑποκατακλίνεσθαι φιλομαθῆ, δυσκόλῳ δὲ πρᾶον ἀδολέσχῳ δὲ πρεσβύτῃ φιλήκοον νεανίσκον, τῷ δʼ ἀλαζόνι τὸν εἴρωνα τῷ δʼ ὀργίλῳ τὸν σιωπηλόν· ἐὰν δέ που κατίδω πλούσιον μεγαλόδωρον, ἄξω πρὸς αὐτὸν ἐκ γωνίας τινὸς ἀναστήσας πένητα χρηστόν, ἵνʼ ὥσπερ ἐκ πλήρους κύλικος εἰς κενὴν ἀπορροή τις γένηται. σοφιστὴν δὲ κωλύω συγκατακλίνεσθαι σοφιστῇ καὶ ποιητὴν ποιητῇ πτωχὸς γὰρ πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ· καίτερ Σωσικλῆς οὗτος καὶ Μόδεστος ἐνταῦθα συνερείδοντες ἔπος παρὰ ζωπυρίων φλόγα μὲν ἀλλὰ κινδυνεύουσι τὰ κάλλιστα, διίστημι δὲ καὶ στραγγαλιῶντας καὶ φιλολοιδόρους; καὶ ὀξυθύμους τινὰ παρεντιθεὶς μέσον, ὥσπερ μάλαγμα τῆς ἀντιτυπίας. ἀλειπτικοὺς δὲ καὶ κυνηγετικοὺς καὶ γεωργικοὺς συνάγω. τῶν γὰρ ὁμοιοτήτων ἡ μὲν μάχιμος ὥσπερ ἀλεκτρυόνων, ἡ δʼ ἐπιεικὴς ὥσπερ ἡ τῶν κολοιῶν. συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνον ὅσοις ἔρωτος δῆγμα παιδικῶν πρόσεστιν ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους· τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ ὁ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία ταὐτοῦ τύχωσιν ἢ τῆς αὐτῆς ἐρῶντες.