Ancient Greek · ~5 min
Book 2, Chapter 0
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 2.0.1
Not analysed yet
τῶν εἰς τὰ δεῖπνα καὶ τὰ συμπόσια παρασκευαζομένων, ὦ Σόσσιε Σενεκίων, τὰ μὲν ἀναγκαίαν ἔχει τάξιν, ὥσπερ οἶνος καὶ σιτία καὶ ὄψα καὶ στρωμναὶ δηλαδὴ καὶ τράπεζαι· τὰ δʼ ἐπεισόδια γέγονεν ἡδονῆς ἕνεκεν, χρείας μὴ συναγομένης, ὥσπερ ἀκροάματα καὶ θεάματα καὶ γελωτοποιός τις ἐκ Καλλίου Φίλιππος οἷς παροῦσι μὲν ἥδονται, μὴ παρόντα δʼ οὐ πάνυ ποθοῦσιν οὐδʼ αἰτιῶνται τὴν συνουσίαν ὡς ἐνδεέστερον ἔχουσαν. οὕτω δὴ καὶ τῶν λόγων τοὺς μὲν ἐπὶ χρείᾳ τῇ περὶ τὰ συμπόσια παραλαμβάνουσιν οἱ μέτριοι, τοὺς δʼ ἄλλους δέχονται θεωρίαν πιθανὴν καὶ τῷ καιρῷ μᾶλλον αὐλοῦ καὶ βαρβίτου πρέπουσαν ἔχοντας. ὧν καὶ τὸ πρῶτον ἡμῖν βιβλίον εἶχε μεμιγμένα δείγματα, τοῦ μὲν προτέρου γένους τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον καὶ περὶ τοῦ διανέμειν αὐτὸν ἢ τοῖς δειπνοῦσιν ἐφιέναι τὰς κλίσεις καὶ τὰ τοιαῦτα· τοῦ δευτέρου περὶ τοῦ τοὺς ἐρῶντας ποιητικοὺς εἶναι καὶ περὶ τῆς Αἰαντίδος φυλῆς. καλῶ δῆτα καὶ τὰ συμποτικά· τὰ δʼ τερα κοινῶς συμποσιακά. σποράδην δʼ ἀναγέγραπται καὶ οὐ διακεκριμένως ἀλλʼ ὡς ἕκαστον εἰς μνήμην ἦλθεν. οὐ δεῖ δὲ θαυμάζειν τοὺς ἀναγιγνώσκοντας, εἴ σοὶ προσφωνοῦντές τινα τῶν προρρηθέντων ὑπὸ σοῦ συνηγάγομεν· καὶ γὰρ ἂν αἱ μαθήσεις ἀναμνήσεις μὴ ποιῶσι, πολλάκις εἰς ταὐτὸ τῷ μανθάνειν τὸ ἀναμιμνήσκεσθαι καθίστησι.