# Συμποσιακῶν προβλημάτων βιβλία 2.1-10

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 2, Πότερον οἱ παλαιοὶ βέλτιον ἐποίουν πρὸς μερίδας ἢ οἱ νῦν ἐκ κοινοῦ δειπνοῦντες.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/2.1-10

ὅτε τὴν ἐπώνυμον ἀρχὴν ἦρχον οἴκοι, τὰ πλεῖστα τῶν δείπνων δαῖτες ἦσαν, ἐν ταῖς θυσίαις ἑκάστῳ μερίδος ἀποκληρουμένης· ὅ τισι μὲν ἤρεσκε θαυμαστῶς, οἱ δʼ ὡς ἀκοινώνητον καὶ ἀνελεύθερον ρο ψέγοντες ᾤοντο δεῖν ἅμα τῷ καταθέσθαι τὸν στέφανον ἐπὶ τὴν συνήθη δίαιταν αὖθις μεθαρμόσασθαι τὰς τραπέζας;. οὐ γὰρ τοῦ φαγεῖν ὁ Ἁγίας ἔφη χάριν οὐδὲ τοῦ πιεῖν, ἀλλὰ τοῦ συμπιεῖν καὶ συμφαγεῖν ὡς ἐγᾦμαι καλοῦμεν ἀλλήλους, ἡ δʼ εἰς μερίδας αὕτη κρεωδαισία τὴν κοινωνίαν ἀναιροῦσα, πολλὰ δεῖπνα ποιεῖ καὶ πολλοὺς δειπνοῦντας, οὐδένα δὲ σύνδειπνον οὐδενός, ὅταν ὥσπερ ἀπὸ κρεοπωλικῆς; τραπέζης σταθμῷ λαβὼν ἕκαστος μοῖραν ἑαυτῷ πρόθηται. καίτοι τίνʼ ἔχει διαφορὰν ἢ κύλικα καταθέντα τῶν κεκλημένων ἑκάστῳ καὶ χοῦν, ἐμπλησάμενον οἴνου, καὶ τράπεζαν ἰδίαν ὥσπερ οἱ Δημοφωντίδαι τῷ Ὀρέστῃ λέγονται, πίνειν κελεῦσαι μὴ προσέχοντα τοῖς ἄλλοις· ἢ τοῦθʼ ὅπερ νῦν γίγνεται, κρέας προθέμενον καὶ ἄρτον, ὥσπερ ἐκ φάτνης ἰδίας ἕκαστον εὐωχεῖσθαι, πλὴν ὅτι μὴ πρόσκειται σιωπῆς ἡμῖν ἀνάγκη, καθάπερ τοῖς τὸν Ὀρέστην ξενίζουσιν; ἀλλὰ καὶ τοῦτʼ ἴσως αὐτὸ πρὸς τὴν ἁπάντων κοινωνίαν ἐκκαλεῖται τοὺς συνόντας, ὅτι καὶ λόγῳ κοινῷ πρὸς ἀλλήλους χρώμεθα καὶ ᾠδῇ, ψαλτρίας τε τερπούσης; καὶ αὐλητρίδος ὁμοίως μετέχομεν· καὶ ὁ κρατὴρ οὗτος ὅρον οὐκ ἔχων ἐν μέσῳ πρόκειται, πηγὴ φιλοφροσύνης ἄφθονος καὶ μέτρον ἔχουσα τῆς ἀπολαύσεως τὴν ὄρεξιν οὐχ ὥσπερ ἡ τοῦ κρέως καὶ τοῦ ἄρτου μερὶς ἀδικωτάτη μέτρῳ καλλωπίζεται τῷ ἴσῳ πρὸς ἀνίσους· τὸ γὰρ αὐτὸ τῷ μικροῦ δεομένῳ πλέον ἐστὶ τῷ δὲ μείζονος ἔλαττον. ὥσπερ οὖν, ὦ ἑταῖρʼ, ὁ κάμνουσι πολλοῖς ἴσα φάρμακα μέτροις ἀκριβέσι καὶ σταθμοῖς διανέμων παγγέλοιος, οὕτω τοιοῦτος ἑστιάτωρ οἷος ἀνθρώπους οὔτε διψῶντας ὡσαύτως οὔτε πεινῶντας εἰς ταὐτὸ συναγαγὼν ἀπὸ τῶν ἴσων θεραπεύειν ἅπαντας, ἀριθμητικῶς οὐ γεωμετρικῶς ὁρίζων τὸ δίκαιον καὶ μέτριον. εἰς καπήλου μὲν οὖν φοιτῶμεν ἑνὶ χρώμενοι μέτρῳ τῷ δημοσίῳ πάντες· ἐπὶ δεῖπνον δʼ ἕκαστος ἰδίαν ἥκει γαστέρα κομίζων, ἣν οὐ τὸ ἴσον ἀλλὰ τὸ ἀρκοῦν ἐμπίπλησι. τὰς δʼ Ὁμηρικὰς ἐκείνας δαῖτας οὐ χρὴ μεταφέρειν ἐκ τῶν στρατιωτικῶν καὶ παρεμβολικῶν ἐνταῦθα δείπνων, ἀλλὰ μᾶλλον τὴν τῶν παλαιῶν φιλανθρωπίαν ζηλοῦν, οὐ μόνον ὁμεστίους οὐδʼ ὁμωροφίους ἀλλὰ καὶ ὁμοχοίνικας καὶ ὁμοσίτους τῷ πᾶσαν σέβεσθαι κοινωνίαν ἐν τιμῇ τιθεμένους. τὰ μὲν οὖν Ὁμήρου δεῖπνα χαίρειν ἐῶμεν ὑπολιμώδη γάρ ἐστι καὶ διψαλέα καὶ τοὺς ἑστιάρχας βασιλεῖς ἔχοντα τῶν Ἰταλικῶν δεινοτέρους καπήλων ὥστε παρὰ τὰς μάχας, ἐν χερσὶ τῶν πολεμίων ὄντων, ἀπομνημονεύειν ἀκριβῶς, πόσον ἕκαστος τῶν δεδειπνηκότων παρʼ αὐτοῖς πέπωκε. τὰ δὲ Πινδαρικὰ βελτίω δήπουθεν, ἐν οἷς ἥρωες αἰδοίαν ἐμίγνυντʼ ἀμφὶ τράπεζαν θαμά τῷ κοινωνεῖν ἁπάντων ἀλλήλοις. ἐκεῖνο γὰρ ἦν οἷον ἀνάμιξις καὶ σύγκρασις ἀληθῶς, τοῦτο δὲ διαίρεσις καὶ διαβολὴ τῶν φιλτάτων εἶναι δοκούντων, ὡς μηδʼ ὄψου κοινωνεῖν δυναμένων.

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
