# Συμποσιακῶν προβλημάτων βιβλία 2.13

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 2, Τίνʼ ἐστὶν ἃ Ξενοφῶν παρὰ πότον ἣδιον ἐρωτᾶσθαί φησι καὶ σκώπτεσθαι ἢ μή.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/2.13

οὐχ ἥκιστα δὲ δεῖ προσέχειν καὶ φυλάττειν, ὅπως ἐκ τοῦ παρατυχόντος ἔσται τὸ σκῶμμα πρὸς τινας ἐρωτήσεις αὐτόθεν ἢ παιδιὰς γιγνόμενον, ἀλλὰ μὴ πόρρωθεν οἷον ἐκ παρασκευῆς ἐπεισόδιον. ὡς γὰρ ὀργὰς καὶ μάχας τὰς ἐκ τῶν συμποσίων πραότερον φέρουσιν, ἐὰν δʼ ἐπελθών τις ἔξωθεν λοιδορῆται καὶ ταράττῃ, τοῦτον ἐχθρὸν ἡγοῦνται καὶ μισοῦσιν οὕτω μέτεστι συγγνώμης σκώμματι καὶ παρρησίας, ἂν ἐκ τῶν παρόντων ἔχῃ τὴν γένεσιν, ἀφελῶς καὶ ἀπλάστως φυόμενον· ἂν δʼ μὴ πρὸς λόγον ἀλλʼ ἔξωθεν, ἐπιβουλῇ καὶ ὕβρει προσέοικεν· οἷον τὸ Τιμαγένους πρὸς τὸν ἄνδρα τῆς ἐμετικῆς κακῶν γὰρ ἄρχεις τήνδε μοῦσαν εἰσάγων· καὶ πρὸς Ἀθηνόδωρον τὸν φιλόσοφον, εἰ φυσικὴ ἡ πρὸς τὰ ἔκγονα φιλοστοργία ἡ γὰρ ἀκαιρία καὶ τὸ μὴ πρὸς λόγον ὕβριν ἐμφαίνει καὶ δυσμένειαν. οὗτοι μὲν οὖν κατὰ Πλάτωνα κουφοτάτου πράγματος, λόγων, βαρυτάτην ζημίαν ἔτισαν· οἱ δὲ τὸν καιρὸν εἰδότες καὶ φυλάττοντες αὐτῷ τῷ Πλάτωνι μαρτυροῦσιν, ὅτι τοῦ πεπαιδευμένου καλῶς ἔργον ἐστὶ τὸ παίζειν ἐμμελῶς καὶ κεχαρισμένως.

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
