Ancient Greek · ~7 min
Book 2, Διὰ τί τῶν ἀθλημάτων Ὅμηρος πρῶτον ἀεὶ τάττει τὴν πυγμὴν εἶτα τὴν πάλην καὶ τελευταῖον τὸν δρόμον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 2.2-3
Not analysed yet
παυσαμένου δὲ τἀδελφοῦ, τἄλλα μὲν ἔφην ἀληθῶς λέγεσθαι, τὴν δʼ αἰτίαν τῆς τάξεως οὐκ ἐπενόουν. ἐδόκει δὲ καὶ τῶν ἄλλων τισὶ μὴ πιθανὸν εἶναι γεγονέναι τὸ πυκτεύειν καὶ παλαίειν πρότερον ἐν ἀγῶνι καὶ ἁμίλλῃ τοῦ τροχάζειν, καὶ παρεκάλουν ἐξάγειν εἰς τὸ ἀνώτερον. ἔφην δʼ ἐκ τοῦ παραστάντος, ὅτι ταῦτά μοι πάντα μιμήματα δοκεῖ καὶ γυμνάσματα τῶν πολεμικῶν εἶναι· καὶ γὰρ ὁπλίτης ἐπὶ πᾶσιν εἰσάγεται, μαρτυρούμενος ὅτι τοῦτο τὸ τέλος ἐστὶ τῆς σωμασκίας καὶ τῆς ἁμίλλης καὶ τὸ τοῖς νικηφόροις εἰσελαύνουσι τῶν τειχῶν ἐφίεσθαι μέρος διελεῖν καὶ καταβαλεῖν, τοιαύτην ἔχει διάνοιαν, ὡς οὐ μέγα πόλει τειχῶν ὄφελος ἄνδρας ἐχούσῃ μάχεσθαι δυναμένους καὶ νικᾶν. ἐν δὲ Λακεδαίμονι τοῖς νενικηκόσι στεφανίτας ἀγῶνας ἐξαίρετος ἦν ἐν ταῖς παρατάξεσι χώρα, περὶ αὐτὸν τὸν βασιλέα τεταγμένους μάχεσθαι· καὶ τῶν ζῴων μόνῳ τῷ ἵππῳ μετουσία στεφάνου καὶ ἀγῶνος ἔστιν, ὅτι μόνος καὶ πέφυκε καὶ ἤσκηται μαχομένοις παρεῖναι καὶ συμπολεμεῖν. εἰ δὲ δὴ ταῦτα λέγεται μὴ κακῶς, ἤδη σκοπῶμεν ἔφην ὅτι τῶν μαχομένων πρῶτον ἔργον ἐστὶ τὸ πατάξαι καὶ φυλάξασθαι, δεύτερον δὲ συμπεσόντας ἤδη καὶ γενομένους ἐν χερσὶν ὠθισμοῖς τε χρῆσθαι καὶ περιτροπαῖς ἀλλήλων, ᾧ δὴ μάλιστά φασιν ἐν Λεύκτροις τοὺς Σπαρτιάτας ὑπὸ τῶν ἡμετέρων, παλαιστρικῶν ὄντων, καταβιασθῆναι· διὸ καὶ παρʼ Αἰσχύλῳ τις τῶν πολεμικῶν ὀνομάζεται βριθύς, ὁπλιτοπάλας καὶ Σοφοκλῆς εἴρηκέ που περὶ τῶν Τρώων ὡς φίλιπποι καὶ κερουλκοί, σὺν σάκει δὲ κωδωνοκρότῳ παλαισταί· καὶ μὴν ἐπὶ πᾶσί γε τὸ τρίτον ἐστὶ νικωμένους φεύγειν ἢ διώκειν νικῶντας. εἰκότως οὖν ἡ πυγμὴ προῆγε, δευτέραν δʼ εἶχεν ἡ πάλη τάξιν, καὶ τελευταίαν ὁ δρόμος· ὅτι πυγμὴ μέν ἐστι μίμημα πληγῆς καὶ φυλακῆς, πάλη δὲ συμπλοκῆς καὶ ὠθισμοῦ, δρόμῳ δὲ μελετῶσι φεύγειν καὶ διώκειν.