Ancient Greek · ~11 min
Book 2, Πότερον οἱ παλαιοὶ βέλτιον ἐποίουν πρὸς μερίδας ἢ οἱ νῦν ἐκ κοινοῦ δειπνοῦντες.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 2.2-6
Not analysed yet
ἐπὶ τούτοις εὐδοκιμήσαντι τῷ Ἁγίᾳ παρώξυνάν μʼ ἐπιθέσθαι. ἔλεγον οὖν οὐ ξένον τι πεπονθέναι πάθος Ἁγίαν, εἰ τὴν ἴσην μερίδα λαμβάνων δυσκολαίνει, γαστέρα φορῶν τηλικαύτην καὶ γὰρ αὐτὸς εἶναι τῶν ἀδδηφαγίᾳ χαιρόντων ἐν γάρ ξυνῷ ἰχθύι ἄκανθαι οὐκ ἔνεισιν ὥς φησιν ὁ Δημόκριτος. ἀλλὰ τοῦτʼ αὐτό ἔφην καὶ μάλιστα τὴν μοῖραν ὑπὲρ εἱμαρμένην ἡμῖν ἐπήγαγεν. ἰσότητος γάρ, ἣν πόλεις τε πόλεσι συμμάχοις τε συμμάχους ἡ Εὐριπίδειος γραῦς φησι συνδεῖν, οὐδὲν οὕτως ὡς ἡ περὶ τράπεζαν κοινωνία δεῖται, φύσει κοὐ νόμῳ καὶ ἀναγκαίαν οὐ καινὴν οὐδʼ ἐπείσακτον ὑπὸ δόξης ἔχουσα χρείαν· τῷ πλέονα δʼ ἐκ τῶν κοινῶν ἐσθίοντι πολέμιον καθίσταται τὸ καθυστεροῦν καὶ ἀπολειπόμενον, ὥσπερ ἐν ῥοθίῳ ταχυναυτούσης τριήρους. οὐ γὰρ φιλικὸν οὐδὲ συμποτικὸν οἶμαι προοίμιον εὐωχίας ὑφόρασις καὶ ἁρπασμὸς καὶ χειρῶν ἅμιλλα καὶ διαγκωνισμός, ἀλλʼ ἄτοπα καὶ κυνικὰ καὶ τελευτῶντα πολλάκις εἰς λοιδορίας καὶ ὀργὰς οὐ κατʼ ἀλλήλων μόνον ἀλλὰ καὶ κατὰ τῶν τραπεζοκόμων καὶ κατὰ τῶν ἑστιώντων. ὅσον δὲ χρόνον ἡ Μοῖρα καὶ ἡ Λάχεσις ἰσότητι τὴν περὶ τὰ δεῖπνα καὶ συμπόσια κοινωνίαν ἐβράβευον, οὐθὲν ἰδεῖν ἄκοσμον ἦν οὐδʼ ἀνελεύθερον ἀλλὰ καὶ τὰ δεῖπνα δαῖτας ἐκάλουν καὶ τοὺς ἑστιωμένους δαιτυμόνας δαιτροὺς δὲ τοὺς τραπεζοκόμους ἀπὸ τοῦ διαιρεῖν καὶ διανέμειν. Λακεδαιμόνιοι δὲ κρεοδαίτας εἶχον οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς πρώτους ἄνδρας, ὥστε καὶ Λύσανδρον ὑπʼ Ἀγησιλάου τοῦ βασιλέως ἐν Ἀσίᾳ κρεοδαίτην ἀποδειχθῆναι. τότʼ οὖν αἱ νεμήσεις ἐξέπεσον, ὅτʼ ἐπεισῆλθον αἱ πολυτέλειαι τοῖς δείπνοις· οὐ γὰρ ἦν οἶμαι πέμματα καὶ κανδύλους καὶ καρυκείας ἄλλας τε παντοδαπὰς ὑποτριμμάτων καὶ ὄψων παραθέσεις διαιρεῖν, ἀλλʼ ἐξηττώμενοι τῆς περὶ ταῦτα λιχνείας καὶ ἡδυπαθείας προήκαντο τὴν ἰσομοιρίαν. τεκμήριον δὲ τοῦ λόγου καὶ νῦν ἔτι τὰς θυσίας καὶ τὰ δημόσια δεῖπνα πρὸς μερίδα γίγνεσθαι διὰ τὴν ἀφέλειαν καὶ καθαριότητα τῆς διαίτης· ὥσθʼ ὁ τὴν νέμησιν ἀναλαμβάνων ἅμα συνανασῴζει τὴν εὐτέλειαν. ἀλλʼ ὅπου τὸ ἴδιον ἔστιν, ἀπόλλυται τὸ κοινόν; ὅπου μὲν οὖν μὴ ἴσον ἔστιν· οὐ γὰρ οἰκείου κτῆσις ἀλλʼ ἀφαίρεσις ἀλλοτρίου καὶ πλεονεξία περὶ τὸ κοινὸν ἀδικίας; ἦρξε καὶ διαφορᾶς, ἣν ὅρῳ καὶ μέτρῳ τοῦ ἰδίου καταπαύοντες οἱ νόμοι τῆς ἴσα νεμούσης εἰς; τὸ κοινὸν ἀρχῆς καὶ δυνάμεως ἐπώνυμοι γεγόνασιν. ἐπεὶ μηδὲ στέφανον ἀξίου διανέμειν ἡμῶν ἑκάστῳ τὸν ἑστιῶντα μηδὲ κλισίας καὶ χώρας· ἀλλὰ κἂν ἐρωμένην τις ἢ ψάλτριαν ἥκῃ κομίζων, κοινὰ τὰ φίλων, ἵνα τό ὁμοῦ πάντα χρήματα γίγνηται κατὰ τὸν Ἀναξαγόραν. εἰ δʼ οὐδὲν ἡ τούτων ἰδίωσις ἐπιταράττει τὴν κοινωνίαν τῷ τὰ μέγιστα καὶ πλείστης ἄξια σπουδῆς εἶναι κοινά, λόγους, προπόσεις, φιλοφροσύνας, παυσώμεθα τὰς Μοίρας ἀτιμάζοντες; καὶ τὸν τῆς τύχης παῖδα κλῆρονʼ ὡς Εὐριπίδης φησίν, ὃς οὔτε πλούτῳ νέμων οὔτε δόξῃ τὸ πρωτεῖον, ἀλλʼ ὅπως ἔτυχεν ἄλλως ἄλλοτε συμφερόμενος τὸν μὲν πένητα καὶ ταπεινὸν ἐπιγαυροῖ καὶ συνεξαίρει γευόμενόν τινος αὐτονομίας, τὸν δὲ πλούσιον καὶ μέγαν ἐθίζων ἰσότητι μὴ δυσκολαίνειν ἀλύπως σωφρονίζει.