Ancient Greek · ~5 min
Book 2, Διὰ τί πεύκη καὶ πίτυς καὶ τὰ ὅμοια τούτοις οὐκ ἐνοφθαλμιάζεται.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 2.3-2
Not analysed yet
αὐτὸς δὲ Σώκλαρος ἔφη καὶ τὸν ταῦτα λέγοντα μὴ κακῶς προσεννοεῖν, ὅτι δεῖ τὸ δεχόμενον ἑτέραν φύσιν εὔτρεπτον εἶναι, ἵνα κρατηθὲν ἐξομοιωθῇ καὶ μεταβάλῃ τὴν ἐν ἑαυτῷ τροφὴν πρὸς τὸ ἐμφυτευόμενον. καὶ γὰρ τὴν γῆν προδιαλύομεν καὶ μαλάσσομεν, ἵνα κοπεῖσα μεταβάλῃ διʼ εὐπάθειαν καὶ ἅψηται τῶν ἐμφυτευομένων ἡ γὰρ ἀτενὴς καὶ σκληρὰ δυσμετάβλητος. ταῦτα δὲ τὰ δένδρα κοῦφα τοῖς ξύλοις ὄντα κρᾶσιν οὐ ποιεῖ διὰ τὸ μὴ κρατεῖσθαι μηδὲ μεταβάλλειν. ἔτι δʼ εἶπεν οὐκ ἄδηλον ὅτι δεῖ πρὸς τὸ ἐμφυτευόμενον χώρας λόγον ἔχειν τὸ δεξόμενον τὴν δὲ χώραν ἀεῖ θήλειαν ἔχειν καὶ γόνιμον· ὅθεν τὰ πολυκαρπότατα τῶν φυτῶν ἐκλεγόμενοι παραπηγνύουσιν, ὥσπερ γυναιξὶ πολυγαλακτούσαις ἕτερα βρέφη προσβάλλοντες. πεύκην δὲ καὶ κυπάριττον καὶ τὰ τοιαῦτα πάντα γλίσχρα καὶ ἀγεννῆ τοῖς καρποῖς ὁρῶμεν. ὥσπερ γὰρ οἱ πολυσαρκίᾳ κεχρημένοι καὶ ὄγκῳ ὡς ἐπὶ τὸ πλεῖστον ἄτεκνοι· τὴν γὰρ τροφὴν εἰς τὸ σῶμα καταναλίσκοντες οὐ ποιοῦσιν αὐτῆς περίττωμα σπερματικόν οὕτω τὰ τοιαῦτα δένδρα τῆς τροφῆς ἀπολαύοντα, πάσης εἰς αὐτὰ δαπανωμένης, εὐσωματεῖ τοῖς μεγέθεσι καὶ αὐξάνεται, καρπὸν δὲ τὰ μὲν οὐ φέρει τὰ δὲ φέρει μικρὸν καὶ συντελούμενον βραδέως· ὥστʼ οὐ δεῖ θαυμάζειν, εἰ μὴ φύεται τἀλλότριον, ἐν ᾧ κακῶς τρέφεται καὶ τὸ οἰκεῖον.