Ancient Greek · ~3 min
Book 2, Τίνʼ ἐστὶν ἃ Ξενοφῶν παρὰ πότον ἣδιον ἐρωτᾶσθαί φησι καὶ σκώπτεσθαι ἢ μή.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 2.7
Not analysed yet
ποιεῖ δʼ εὔχαρι σκῶμμα καὶ μέμψις ἐμφαίνουσα χάριν, ὡς Διογένης περὶ Ἀντισθένους ἔλεγεν ὅς με ῥάκη τʼ ἤμπισχε κἀξηνάγκασεν πτωχὸν γενέσθαι κἀκ δόμων ἀνάστατον. οὐ γὰρ ἂν ὁμοίως πιθανὸς ἦν λέγων ὅς με σοφὸν καὶ αὐτάρκη καὶ μακάριον ἐποίησε καὶ ὁ Λάκων ἄκαπνα ξύλα τῷ γυμνασιάρχῳ παρασχόντι προσποιούμενος ἐγκαλεῖν, ἔλεγε διʼ ὃν οὐδʼ ἀποδακρῦσαι γέγονεν ἡμῖν. καὶ ὁ τὸν δειπνίζοντα καθʼ ἡμέραν ἀνδραποδιστὴν καλῶν καὶ τύραννον, διʼ ὃν ἐτῶν τοσούτων οὐχ ἑώρακε τὴν ἑαυτοῦ τράπεζαν. καὶ ὁ λέγων ὑπὸ τοῦ βασιλέως ἐπιβεβουλευμένος ἀφῃρῆσθαι τὴν σχολὴν καὶ τὸν ὕπνον, πλούσιος γεγονὼς ἐκ πένητος. καὶ εἴ τις ἀντιστρέψας αἰτιῷτο τοὺς Αἰσχύλου Καβείρους ὄξους σπανίζειν δῶμα ποιήσαντας, ὥσπερ αὐτοὶ παίζοντες ἠπείλησαν. ἅπτεται γὰρ ταῦτα μᾶλλον ἔχοντα δριμυτέραν χάριν, ὥστε μὴ προσίστασθαι μηδὲ λυπεῖν τοὺς ἐπαινουμένους.