Ancient Greek · ~2 min
Book 3, Πότερον ψυχρότεραι τῇ κράσει τῶν ἀνδρῶν ἢ θερμότεραὶ εἰσιν αἱ γυναῖκες.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 3.1-4
Not analysed yet
ὁ μὲν οὖν Σύλλας ταῦτʼ εἶπεν. ὁ δὲ τακτικὸς Ἀπολλωνίδης ἔφη τὸν μὲν περὶ τῶν γερόντων ἀποδέχεσθαι λόγον· ἐν δὲ ταῖς γυναιξὶν αὐτῷ δοκεῖν παραλελεῖφθαι τὸ τῆς ψυχρότητος, ᾗ θερμότατον ἄκρατον ἀποσβέννυσθαι καὶ ἀποβάλλειν τὸ πλῆττον καὶ πυρῶδες. πιθανοῦ δὲ καὶ τούτου δοκοῦντος, Ἀθρΐλατος ὁ Θάσιος; ἰατρὸς ἐμβαλών τινα τῇ ζητήσει διατριβὴν εἶναί τινας ἔφησεν, οἳ τὰς γυναῖκας οὐ ψυχρὰς ἀλλὰ θερμοτέρας τῶν ἀνδρῶν ὑπολαμβάνουσιν, ἑτέρους δὲ μᾶλλον οἳ τὸν οἶνον οὐ θερμὸν ἀλλὰ καὶ ψυχρὸν ἡγοῦνται.