Ancient Greek · ~3 min
Book 3, Εἰ ψυχρότερος τῇ δυνάμει ὁ οἶνος.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 3.1-5
Not analysed yet
οὐ μὴν ἀλλὰ τὸ μὲν περὶ τῶν γυναικῶν ἔφη καὶ πρὸς τοὐναντίον ἀνδρικῶς ἐπικεχείρηται. τὸν δʼ οἶνον ἐπιθυμῶ μαθεῖν, ὁπόθεν ὑπόνοιαν ἡμῖν τοῦ ψυχρὸς εἶναι παρέσχεν οἴει γάρ ἔφην ἐγὼ τοῦτον ἡμέτερον εἶναι τὸν λόγον; ἀλλὰ τίνος εἶπεν ἑτέρου; μέμνημαι μὲν οὖν ἔφην ἐγὼ καὶ Ἀριστοτέλους ἐντυχὼν οὐ νεωστὶ λόγῳ περὶ τούτου τοῦ προβλήματος ἀλλʼ ἱκανῶς πάλαι. διείλεκται δὲ καὶ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ πολλοὺς λόγους, ὧν τὸ κεφάλαιόν ἐστιν ὡς ἐγᾦμαι τοιόνδε. φησὶ γὰρ οὐκ εἶναι θερμὸν αὐτοτελῶς τὸν οἶνον, ἀλλʼ ἔχειν τινὰς ἀτόμους ἐν αὑτῷ θερμασίας ἀποτελεστικὰς ἑτέρας δʼ αὖ ψυχρότητος· ὧν τὰς μὲν ἀποβάλλειν, ὅταν εἰς τὸ σῶμα παραγένηται, τὰς δὲ προσλαμβάνειν ἐκ τοῦ σώματος, ὡς ἂν ἔχωσι κράσεως ἡμῖν ἢ φύσεως ὁμιλῆσαι, ὡς τοὺς μὲν ἐκθερμαίνεσθαι τοὺς δὲ τοὐναντίον πάσχειν μεθυσκομένους.