Ancient Greek · ~2 min
Book 3, Διὰ τί τῶν ἀκροθωράκων λεγομένων οἱ σφόδρα μεθύοντες ἧττον παρακινητικοὶ εἰσιν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 3.1-8
Not analysed yet
οὐκοῦν εἶπεν ὁ πατήρ ἐπεὶ παρακεκινήκαμεν τὸν Ἀριστοτέλη, καὶ περὶ τῶν ἀκροθωράκων τι καλουμένων ἴδιον ἐπιχειρήσομεν εἰπεῖν· οὐ γὰρ ἱκανῶς μοι δοκεῖ, καίπερ ὀξύτατος ὢν ἐν τοῖς τοιούτοις ζητήμασι, διηκριβωκέναι τὴν αἰτίαν. φησὶ γὰρ οἶμαι τοῦ μὲν νήφοντος εὖ καὶ κατὰ τὰ ὄντα κρίνειν τὸν λογισμόν, τοῦ δʼ ἄγαν μεθύοντος ἐκλελυμένην κατέχεσθαι τὴν αἴσθησιν, τοῦ δʼ ἀκροθώρακος ἔτι μὲν ἰσχύειν τὸ φανταστικὸν ἢδη δὲ τεταράχθαι τὸ λογιστικόν· διὸ καὶ κρίνειν καὶ κακῶς κρίνειν ἐπακολουθοῦντα ταῖς φαντασίαις. ἀλλὰ πῶς εἶπεν ὑμῖν δοκεῖ περὶ τούτων;