Ancient Greek
Book 3, Εἰ χρηστέον ἀνθίνοις στεφάνοις παρὰ πότον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 3.2
Not analysed yet
πρὸς ταῦθʼ οἱ μὲν ἀήθεις τοῦ Ἀμμωνίου νεανίσκοι διαταραχθέντες ἡσυχῆ παρελύοντο τοὺς στεφάνους· ἐγὼ δʼ εἰδὼς ὅτι γυμνασίας ἕνεκα καὶ ζητήσεως καταβέβληκεν ἐν μέσῳ τὸν λόγον ὁ Ἀμμώνιος, προσαγορεύσας Τρύφωνα τὸν ἰατρὸν ὦ τᾶν εἶπον ἢ καταθέσθαι δίκαιος εἶ μεθʼ ἡμῶν τουτονὶ τὸν καλὸν ἄνθεσι φλέγοντα τοῖς ῥοδίνοις στέφανον, ἢ λέγειν, ὥσπερ εἴωθας ἑκάστοτε πρὸς ἡμᾶς, ὅσας ἔχουσιν οἱ ἄνθινοι στέφανοι πρὸς τὸ πίνειν βοηθείας. ὑπολαβὼν δʼ ὁ Ἐράτων οὕτω γάρ εἶπε δέδοκται μηδεμίαν ἡδονὴν ἀσύμβολον δέχεσθαι, ἀλλʼ εὐφραινομένους δυσκολαίνειν, ἂν μὴ μετά τινος μισθοῦ τοῦτο πάσχωμεν ἢ τὸ μὲν μύρον εἰκότως ὑποδυσωπούμεθα καὶ τὴν πορφύραν διὰ τὴν ἐπίθετον πολυτέλειαν ὡς δολερὰ εἵματα καὶ χρίματα κατὰ τὴν τοῦ βαρβάρου φωνήν, αἱ δʼ αὐτοφυεῖς χρόαι καὶ ὀσμαὶ τὸ ἀφελὲς ἔχουσι καὶ καθαρὸν καὶ οὐδὲν ὀπώρας διαφέρουσι; μὴ γὰρ εὔηθες ᾖ τοὺς μὲν χυμοὺς δρέπεσθαι καὶ ἀπολαύειν τῆς φύσεως διδούσης, ὀσμὰς δὲ καὶ χρόας ἃς ὧραι φέρουσι, διὰ τὴν ἐπανθοῦσαν ἡδονὴν ταῦτα καὶ χάριν ἀτιμάζειν, ἂν μή τι χρειῶδες ἔξωθεν ἄλλο συνεπιφέρωσιν. ἓν γὰρ αὐτὸ δοκεῖ τοὐναντίον, εἰ μηδὲν ἡ φύσις, ὡς ὑμεῖς φατε μάτην πεποίηκε, ταῦτα τῆς ἡδονῆς πεποιῆσθαι χάριν, ἃ μηδὲν ἄλλο χρήσιμον ἔχοντα μόνον εὐφραίνειν πέφυκε. σκόπει δʼ ὅτι τοῖς φυομένοις καὶ βλαστάνουσι τὰ μὲν φύλλα σωτηρίας ἕνεκα τοῦ καρποῦ καὶ ὅπως ὑπʼ αὐτῶν τὰ δένδρα θαλπόμενα καὶ ψυχόμενα μετρίως φέρῃ τὰς μεταβολὰς; γέγονε· τοῦ δʼ ἄνθους ὄφελος οὐδὲν ἐπιμένοντος, πλὴν εἴ τι χρωμένοις ἡμῖν ἐπιτερπὲς ὀσφρέσθαι καὶ ἰδεῖν ἡδὺ παρέχει, θαυμαστὰς μὲν ὀσμὰς ἀφιέντα, ποικιλίαν δʼ ἀμιμήτοις χρώμασι καὶ βαφαῖς ἀνοιγόμενα. διὸ τῶν μὲν φύλλων ἀποσπωμένων οἷον ἀλγεῖ καὶ δάκνεται τὰ φυτὰ καὶ γίγνεται περὶ αὐτὰ βλάβη τις ἑλκώδης καὶ ψίλωσις ἀπρεπής· καὶ οὐ μόνης ὡς ἔοικε κατʼ Ἐμπεδοκλέα τῆς δάφνης τῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθαι χρή, ἀλλὰ καὶ τῶν ἄλλων φείδεσθαι δένδρων ἁπάντων καὶ μὴ κοσμεῖν ἑαυτοὺς ταῖς ἐκείνων ἀκοσμίαις, βίᾳ καὶ παρὰ φύσιν τὰ φύλλα συλῶντας; αὐτῶν. αἱ δὲ τῶν ἀνθέων ἀφαιρέσεις τρυγήσεσιν ἐοίκασι καὶ βλάπτουσιν οὐδέν, ἀλλὰ κἂν μὴ λάβῃ τις ἐν ὥρᾳ, περιερρύη μαρανθέντα. καθάπερ οὖν οἱ βάρβαροι τῶν θρεμμάτων τοῖς δέρμασιν ἀντὶ τῶν ἐρίων ἀμφιέννυνται, οὕτω μοι δοκοῦσιν οἱ μᾶλλον ἐκ τῶν φύλλων ἢ τῶν ἀνθέων ὑφαίνοντες τοὺς στεφάνους οὐ κατὰ λόγον χρῆσθαι τοῖς φυτοῖς. ἐγὼ μὲν οὖν ταῦτα συμβάλλομαι ταῖς στεφανοπώλισιν οὐ γάρ εἰμι γραμματικός, ὥστʼ ἀπομνημονεύειν ποιημάτων, ἐν οἷς τοὺς παλαιοὺς ἱερονίκας ἀναγιγνώσκομεν ἀνθινοῖς; ἀναδουμένους στεφάνοις· πλὴν ὅτι γε ταῖς Μούσαις ὁ τῶν ῥόδων στέφανος ἐπιπεφήμισται, μεμνῆσθαί μοι δοκῶ Σαπφοῦς λεγούσης πρός τινα τῶν ἀμούσων καὶ ἀμαθῶν γυναικῶν κατθάνοισα δὲ κείσεαι· οὐ γὰρ πεδέχεις ῥόδων τῶν ἐκ Πιερίας. εἰ δέ τινα καὶ Τρύφων ἀπὸ τῆς ἰατρικῆς δίδωσι μαρτυρίαν, ἀκουστέον.