Ancient Greek · ~11 min
Book 3, Περὶ τοῦ κιττοῦ πότερον τῇ φύσει θερμὸς ἢ ψυχρός ἐστιν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 3.2-2
Not analysed yet
πρὸς ταῦθʼ ὁ μὲν Τρύφων ἄφωνος; ἦν, ὅπως ἀντείποι σκεπτόμενος· ὁ δʼ Ἐράτων ἕκαστον ἡμῶν τῶν νέων ἀνακαλούμενος ἐκέλευε βοηθεῖν τῷ Τρύφωνι περὶ τῶν στεφάνων ἢ τοὺς στεφάνους ἀποτίθεσθαι· καὶ Ἀμμώνιος; ἔφη παρέχειν ἄδειαν, οὐ γὰρ ἀντερεῖν οἷς ἂν ἡμεῖς; εἴπωμεν. οὕτω δὴ καὶ τοῦ Τρύφωνος ἐπικελεύοντος εἰπεῖν ἔφην ὅτι τὸ μὲν ἀποδεῖξαι ψυχρὸν εἶναι τὸν κιττὸν οὐκ ἐμὸν ἦν ἔργον, ἀλλὰ Τρύφωνος· οὗτος γὰρ αὐτῷ ψύχοντι καὶ στύφοντι πολλὰ χρῆται· τῶν δʼ εἰρημένων ἔφην τὸ μὲν μεθύσκειν κιττὸν οἴνῳ μιγνύμενον οὐκ ἀληθές ἐστιν· ὃ γὰρ ἐμποιεῖ τοῖς πιοῦσι πάθος οὐ μέθην ἄν τις εἴποι, ταραχὴν δὲ καὶ παραφροσύνην, οἷον ὑοσκύαμος ἐμποιεῖ καὶ πολλὰ ἄλλα τοιαῦτα κινοῦντα μανικῶς τὴν διάνοιαν. ὁ δὲ τοῦ κλήματος σπασμὸς; ἄλογός ἐστι· τοιαῦτα γὰρ παρὰ φύσιν ἔργα τῶν κατὰ φύσιν δυνάμεων οὐκ ἔστιν· ἀλλὰ καὶ τὰ ξύλα διαστρέφεται, τοῦ πυρὸς τὸ ὑγρὸν ἕλκοντος ἐξ αὐτῶν βίᾳ, κυρτότητας ἴσχοντα καὶ παραβάσεις· τὸ δὲ συγγενὲς θερμὸν αὔξειν καὶ τρέφειν πέφυκε. σκόπει δὲ μὴ μᾶλλον ἀρρωστία τις καὶ ψυχρότης σώματος τὸ πολυκαμπὲς καὶ χαμαιπετὲς πέφυκεν, προσκρούσεις πυκνὰς καὶ ἀντικοπὰς λαμβάνοντος, ὥσπερ ὁδοιπόρου διʼ ἀσθένειαν πολλάκις ἀποκαθίζοντος εἶτα πάλιν ἐρχομένου· διὸ καὶ περιπλοκῆς δεῖται καὶ στηρίγματος, αὐτὸς ἑαυτὸν ἀνέχειν καὶ ποδηγεῖν ἀδυνατῶν διʼ ἔνδειαν θερμότητος, ἧς; τὸ ἀνωφερὲς δύναμίς ἐστιν. ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται διʼ ὑγρότητα τοῦ φύλλου τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων ὅθεν οὐχ ἧττον ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσι. τὸ δʼ ἀειθαλὲς τοῦτο καὶ ὥς φησιν Ἐμπεδοκλῆς ἐμπεδόφυλλον οὐκ ἔστι θερμότητος· οὐδὲ γὰρ ψυχρότητος τὸ φυλλορροεῖν. ἡ γοῦν μυρρίνη καὶ τὸ ἀδίαντον οὐκ ὄντα τῶν θερμῶν ἀλλὰ τῶν ψυχρῶν ἀεὶ τέθηλεν. ἔνιοι μὲν οὖν ὁμαλότητι κράσεως οἴονται παραμένειν τὸ φύλλον· Ἐμπεδοκλῆς δὲ πρὸς τούτῳ καὶ πόρων τινὰ συμμετρίαν αἰτιᾶται, τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διιέντων, ὥστʼ ἀρκούντως ἐπιρρεῖν. τοῖς δὲ φυλλορροοῦσιν οὐκ ἔστι διὰ μανότητα τῶν ἄνω καὶ στενότητα τῶν κάτω πόρων, ὅταν οἱ μὲν μὴ ἐπιπέμπωσιν οἱ δὲ μὴ φυλάττωσιν ἀλλʼ ὀλίγην λαβόντες ἄθρουν ἐκχέωσιν, ὥσπερ ἐν ἀνδήροις τισὶν οὐχ ὁμαλοῖς· τὰ δʼ ὑδρευόμενα ἀεὶ τὴν τροφὴν διαρκῆ καὶ σύμμετρον ἀντέχει καὶ παραμένει ἀγήρω καὶ χλοερά. ἀλλʼ ἐν Βαβυλῶνι φυτευόμενος ἐξίστατο καὶ ἀπηγόρευεν, εὖ γε ποιῶν ὁ γενναῖος οὗτος, ὅτι Βοιωτίου θεοῦ πελάτης καὶ παράσιτος ὢν οὐκ ἐβούλετο μετοικεῖν ἐν βαρβάροις, οὐδʼ Ἀλέξανδρον ἐζήλωσεν ἐξοικειούμενον ἐκείνοις τοῖς ἔθνεσιν, ἀλλʼ ἔφευγε καὶ διεμάχετο πρὸς τὴν ἀποξένωσιν. αἰτία δʼ οὐχ ἡ θερμότης ἦν, ἀλλὰ μᾶλλον ἡ ψυχρότης, οὐχ ὑποφέρουσα τὴν ἐναντίαν κρᾶσιν· οὐ γὰρ φθείρει τὸ οἰκεῖον, ἀλλὰ προσίεται καὶ φέφει, καθάπερ τὸ θύμον ἡ ξηρὰ γῆ, καίτοι θερμὸν ὄν, τὴν δὲ Βαβυλωνίαν οὕτω φασὶν ἀέρα πνιγώδη καὶ βαρὺν περιέχειν, ὥστε πολλοὺς τῶν εὐπόρων, ὅταν ἐμπλήσωσιν ἀσκοὺς ὕδατος, ἐπὶ τούτων καθεύδειν ἀναψυχομένους.