Ancient Greek · ~3 min
Book 3, Περὶ τοῦ ἢ πέντε πίνειν ἢ τρίʼ ἢ μὴ τέσσαρα.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 3.2-7
Not analysed yet
πρὸς ταῦτα τῷ Ἀρίστωνι ἀντεῖπε μὲν οὐδείς· δῆλος γὰρ ἦν παίζων· ἐγὼ δʼ ἐκέλευσα λαβόντα ποτήριον ὥσπερ λύραν ἐντείνεσθαι τὴν ἐπαινουμένην κρᾶσιν καὶ ἁρμονίαν, καὶ προσελθὼν ὁ παῖς ὑπήχει τὴν ἄκρατον· ὁ δʼ ἀνεδύετο, λέγων ἅμα γέλωτι τῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν. ὁ μέντοι πατὴρ τοσοῦτον ἐπεῖπε τοῖς εἰρημένοις, ὅτι δοκοῦσιν αὐτῷ καὶ οἱ παλαιοὶ τοῦ μὲν Διὸς δύο ποιεῖν τιθήνας, τὴν Ἴτην καὶ τὴν Ἀδράστειαν, τῆς δʼ Ἥρας μίαν, τὴν Εὔβοιαν ἀμέλει δὲ καὶ τοῦ Ἀπόλλωνος δύο, τὴν Ἀλήθειαν καὶ τὴν Κορυθάλειαν τοῦ δὲ Διονύσου πλείονας, ὅτι δεῖ τὸν θεὸν τοῦτον ἐν πλείοσι μέτροις νυμφῶν τιθασευόμενον καὶ παιδευόμενον ἡμερώτερον ποιεῖν καὶ φρονιμώτερον.