Ancient Greek · ~3 min
Book 3, Διὰ τί τὰ κρέα σήπεται μᾶλλον ὑπὸ τὴν σελήνην ἢ τὸν ἥλιον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 3.2-8
Not analysed yet
ὡς οὖν ἐπαυσάμεθα δειπνοῦντες, καὶ πάλιν ὁ Εὐθύδημος ἐπιμνησθεὶς τοῦ διαπορηθέντος Μοσχίων ἔφη φησὶν ὁ ἰατρὸς τὴν σῆψιν τῆξιν καὶ ῥύσιν σαρκὸς εἰς ὑγρὸν φθορᾷ μεταβαλούσης, καὶ ὅλως ὑγραίνεσθαι τὰ σηπόμενα· θερμασίαν δὲ πᾶσαν, ἂν μὲν ᾖ μαλακὴ καὶ πραεῖα, κινεῖν τὰ ὑγρὰ καὶ κωλύειν· ἂν δʼ πυρώδης, τοὐναντίον ἀπισχναίνειν τὰς σάρκας. ἐκ δὲ τούτων φανερὸν εἶναι τὸ ζητούμενον τὴν γὰρ σελήνην ἠρέμα χλιαίνουσαν ἀνυγραίνειν τὰ σώματα, τὸν δʼ ἣλιον ἀναρπάζειν μᾶλλον ἐκ τῶν σωμάτων τὸ νοτερὸν διὰ τὴν πύρωσιν πρὸς ὃ καὶ τὸν Ἀρχίλοχον εἰρηκέναι φυσικῶς ἔλπομαι, πολλοὺς μὲν αὐτῶν Σείριος καθαυανεῖ ὀξὺς ἐλλάμπων· ἔτι δὲ σαφέστερον Ὅμηρον ἐπὶ τοῦ Ἕκτορος, ᾧ κειμένῳ νεφέλην τινὰ σκιερὰν ὁ Ἀπόλλων ἐπήγαγε, μὴ πρὶν μένος ἠελίοιο σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν· τὴν δὲ σελήνην ἀδρανεστέρας ἀφιέναι τὰς αὐγάς μέλας γὰρ. αὐταῖς οὐ πεπαίνεται βότρυς κατὰ τὸν Ἴωνα.