# Συμποσιακῶν προβλημάτων βιβλία 3.3-2

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 3, Περὶ καιροῦ συνουσίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/3.3-2

ὑπολαβὼν δʼ Ὀλύμπιχος ἐμοὶ μέν ἔφη τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι· ὅταν φάναι μάλιστα τυγχάνῃς βλαβῆναι βουλόμενος. καὶ γὰρ ὃ Ζώπυρος εἴρηκε νῦν, ἔχει τινὰ λόγον· καὶ τὸν ἕτερον καιρὸν ἄλλας ἀκαιρίας ἔχοντα πρὸς τὸ πρᾶγμα καὶ δυσχερείας ὁρῶ. καθάπερ οὖν Θαλῆς ὁ σοφὸς ὑπὸ τῆς μητρὸς ἐνοχλούμενος γῆμαι κελευούσης, ὑπεξέφυγε πῶς καὶ παρήγαγε λέγων πρὸς ταύτην ἐν ἀρχῇ μὲν οὔπω καιρὸς ὦ μῆτερ; ὕστερον δʼ οὐκέτι καιρὸς ὦ μῆτερ οὕτως ἄρα καὶ πρὸς ἀφροδίσια κράτιστον ἔσται ἔχειν ἕκαστον, ὥστε κατακλινόμενον λέγειν οὔπω καιρός ἀνιστάμενον δʼ οὐκέτι καιρός.

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
