# Συμποσιακῶν προβλημάτων βιβλία 3.3.1

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 3, Εἰ χρηστέον ἀνθίνοις στεφάνοις παρὰ πότον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/3.3.1

ἐκ τούτου δεξάμενος ὁ τρύφων τὸν λόγον οὐδενὸς ἔφη τούτων ἀσκέπτους γεγονέναι τοὺς παλαιούς, ἅτε δὴ πλείστῃ κεχρημένους ἀπὸ φυτῶν ἰατρικῇ· τεκμήρια δʼ ἔστι τινʼ ἔτι νῦν. Τύριοι μὲν Ἀγηνορίδῃ Μάγνητες δὲ Χείρωνι, τοῖς πρώτοις ἰατρεῦσαι λεγομένοις, ἀπαρχὰς; κομίζουσι·; ῥίζαι γάρ εἰσι καὶ βοτάναι, διʼ ὧν ἰῶντο τοὺς κάμνοντας. ὁ δὲ Διόνυσος οὐ μόνον τῷ τὸν οἶνον εὑρεῖν, ἰσχυρότατον φάρμακον καὶ ἥδιστον, ἰατρὸς ἐνομίσθη μέτριος, ἀλλὰ καὶ τῷ τὸν κιττὸν ἀντιταττόμενον μάλιστα τῇ δυνάμει πρὸς τὸν οἶνον εἰς τιμὴν προαγαγεῖν καὶ στεφανοῦσθαι διδάξαι τοὺς βακχεύοντας ὡς ἧττον ὑπὸ τοῦ οἴνου ἀνιῷντο, τοῦ κιττοῦ κατασβεννύντος τὴν μέθην τῇ ψυχρότητι. δηλοῖ δὲ καὶ τῶν ὀνομάτων ἔνια τὴν περὶ ταῦτα πολυπραγμοσύνην τῶν παλαιῶν· τήν τε γὰρ καρύαν οὕτως ὠνόμασαν, ὅτι πνεῦμα βαρὺ καὶ καρωτικὸν ἀφιεῖσα λυπεῖ τοὺς ὑπʼ αὐτῆς παρακεκλιμένους· καὶ τὸν νάρκισσον ὡς ἀμβλύνοντα τὰ νεῦρα καὶ βαρύτητας ἐμποιοῦντα ναρκώδεις· διὸ καὶ ὁ Σοφοκλῆς αὐτόν ἀρχαῖον μεγάλων θεῶν στεφάνωμα τουτέστι τῶν χθονίων, προσηγόρευκε. φασὶ δὲ καὶ τὸ πήγανον ἀπὸ τῆς δυνάμεως ὠνομάσθαι· πήγνυσι γὰρ ξηρότητι διὰ θερμότητα τὸ σπέρμα καὶ ὅλως πολέμιόν ἐστι ταῖς κυούσαις. οἱ δὲ καὶ τὴν ἀμέθυστον οἰόμενοι τῷ πρὸς τὰς οἰνώσεις βοηθεῖν αὐτήν τε καὶ τὴν ἐπώνυμον αὐτῆς λίθον οὕτω κεκλῆσθαι διαμαρτάνουσι· κέκληται γὰρ ἀπὸ τῆς χρόας ἑκατέρα· οὐ γάρ ἐστιν αὐτῆς τὸ φύλλον ἀκράτῳ, ἀλλʼ ἀοίνῳ καὶ ὑδαρεῖ τὴν κρᾶσιν οἴνῳ προσεοικός. ἄλλα μέντοι πάμπολλα λαβεῖν ἔστιν, οἷς παρέσχον τὰς κλήσεις αἱ δυνάμεις· ἀρκεῖ δὲ κἀκεῖνα τὴν τῶν παλαιῶν ἐπιμέλειαν ὑποδηλῶσαι καὶ πολυπειρίαν, ἀφʼ ἧς ἐχρήσαντο τοῖς παροίνοις στεφάνοις. μάλιστα μὲν γὰρ ὁ ἄκρατος, ὅταν τῆς κεφαλῆς καθάψηται καὶ τονώσῃ τὰ σώματα πρὸς τὰς τῶν αἰσθήσεων ἀρχάς, ἐπιταράσσει τὸν ἄνθρωπον αἱ δὲ τῶν ἀνθέων ἀπορροαὶ πρὸς τοῦτο θαυμασίως βοηθοῦσι καὶ ἀποτειχίζουσι τὴν κεφαλὴν ἀπὸ τῆς μέθης ὡς ἀκρόπολιν, τῶν μὲν θερμῶν μαλακῶς ἀναχαλώντων τοὺς πόρους καὶ ἀναπνοὴν τῷ οἴνῳ διδόντων, ὅσα δʼ ἡσυχῆ ψυχρὰ τῷ μετρίως ἐπιψαύειν ἀνακρουομένων τὰς ἀναθυμιάσεις, ὥσπερ ὁ τῶν ἴων καὶ ῥόδων στέφανος· στύφει γὰρ ἀμφότερα καὶ συστέλλει τῇ ὀσμῇ τὰς καρηβαρίας. τὸ δὲ τῆς κύπρου ἄνθος καὶ ὁ κρόκος καὶ ἡ βάκκαρις εἰς ὕπνον ἄλυπον ὑπάγει τοὺς πεπωκότας· ἔχει γὰρ ἀπορροὴν λείαν καὶ προσηνῆ καὶ τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων ἀνωμαλίας καὶ τραχύτητας ἡσυχῆ διαχέουσαν, ὥστε, γιγνομένης γαλήνης, ἀμβλύνεσθαι καὶ συνεκπέττεσθαι τὸ κραιπαλῶδες. ἐνίων δʼ ἀνθέων ὀσμαῖς ἄνω σκιδναμέναις περὶ τὸν ἐγκέφαλον, οἵ τε πόροι τῶν αἰσθητηρίων ἐκκαθαίρονται καὶ λεπτύνεται τὰ ὑγρὰ πράως ἄνευ πληγῆς καὶ σάλου τῇ θερμότητι διακρινόμενα, καὶ φύσει ψυχρὸς ὢν ὁ ἐγκέφαλος ἀναθάλπεται. διὸ μάλιστα τοὺς ἀνθίνους ἐκ τῶν τραχήλων καθάπτοντες ὑποθυμίδας ἐκάλουν, καὶ τοῖς ἀπὸ τούτων μύροις ἔχριον τὰ στήθη· μαρτυρεῖ δʼ Ἀλκαῖος κελεύων καταχέαι τὸ μύρον αὐτοῦ κατὰ τᾶς πόλλα παθοίσας κεφάλας καὶ τῶ πολίω στήθεος. οὕτω καὶ ἐντεῦθεν αἱ ὀσμαὶ τοξεύουσιν ὑπὸ θερμότητος; εἰς τὸν ἐγκέφαλον ἁρπαζόμεναι ταῖς ὀσφρήσεσιν. οὐ γάρ, ὅτι τῇ καρδίᾳ τὸν θυμὸν ἐνστρατοπεδεύειν ᾤοντο, τοὺς περιδεραίους τῶν στεφάνων ὑποθυμίδας ἐκάλουν ἐπιθυμίδας γὰρ αὐτοῖς διὰ γε τοῦτο μᾶλλον ἦν καλεῖσθαι προσῆκον, ἀλλʼ ὡς λέγω διὰ τὴν ἀποφορὰν καὶ ὑποθυμίασιν. μὴ θαυμάζωμεν δʼ εἰ τοσαύτην αἱ τῶν στεφάνων ἀποφοραὶ δύναμιν ἔχουσιν· ἱστοροῦσι γάρ, ὅτι καὶ σκιὰ σμίλακος ἀποκτίννυσιν ἀνθρώπους ἐγκαταδαρθόντας, ὅταν ὀργᾷ μάλιστα πρὸς τὴν ἄνθησιν· καὶ τὸ τῆς μήκωνος ἀπορρέον πνεῦμα μὴ φυλαξαμένοις τοῖς τὸν ὀπὸν τρυγῶσι συνέβη καταπεσεῖν. τὴν δʼ ἄλυσσον καλουμένην βοτάνην καὶ λαβόντες εἰς τὴν χεῖρα μόνον, οἱ δὲ καὶ προσβλέψαντες, ἀπαλλάττονται λυγμοῦ· λέγεται δὲ καὶ ποιμνίοις ἀγαθὴ καὶ αἰπολίοις, παραφυτευομένη ταῖς μάνδραις. τὸ δὲ ῥόδον ὠνόμασται δήπουθεν, ὅτι ῥεῦμα πολὺ τῆς ὀδωδῆς ἀφίησι· διὸ καὶ τάχιστα μαραίνεται. ψυκτικὸν δʼ ἐστὶ δυνάμει τῇ δʼ ὄψει πυρωπόν, οὐκ ἀλόγως· λεπτὸν γὰρ αὐτῷ περιανθεῖ τὸ θερμὸν ἐπιπολῆς ἐξωθούμενον ὑπὸ τῆς ψυχρότητος.

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
