# Συμποσιακῶν προβλημάτων βιβλία 3.3

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 3, Πότερον ψυχρότεραι τῇ κράσει τῶν ἀνδρῶν ἢ θερμότεραὶ εἰσιν αἱ γυναῖκες.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/3.3

ἀλλʼ ἀπʼ αὐτῶν οἶμαι τούτων ὁ Φλῶρος ἔφη τῶν ἐπιχειρημάτων ἐλέγχεσθαι τὸ δόγμα. πρῶτον μὲν γὰρ ἀντέχουσι τῷ ψύχει μᾶλλον, ὅτι πολλάκις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου δυσπαθέστερόν ἐστιν· ἔπειτα μέντοι καὶ τὸ σπέρμα μὴ προγεγονέναι τὸ γόνιμον διὰ κατάψυξιν, ἀλλʼ ὕλην μόνον καὶ τροφὴν παρέχειν τῷ ἀπὸ τοῦ ἄρρενος. ἔπειτα λήγουσι τίκτουσαι πολὺ πρότερον ἢ γεννῶντες οἱ ἄνδρες. κάονται δὲ βέλτιον ὑπὸ πιμελῆς, ὃ δοκεῖ ψυχρότερον εἶναι τοῦ σώματος· ἥκιστα γοῦν οἱ νέοι· καὶ γυμναστικοὶ πιμελώδεις. ἡ δʼ ἔμμηνος κάθαρσις οὐ πλήθους ἀλλὰ διαφθορᾶς καὶ φαυλότητὸς ἐστιν αἵματος· τὸ γὰρ ἄπεπτον αὐτοῦ καὶ περιττωματικὸν οὐκ ἔχον ἵδρυσιν οὐδὲ σύστασιν ἐν τῷ σώματι διʼ ἀσθένειαν ἐκπίπτει, παντάπασιν ἀμβλὺ καὶ θολερὸν ἀρρωστίᾳ τοῦ θερμοῦ γιγνόμενον. δηλοῖ γοῦν καὶ τὸ ῥιγοῦν καὶ τὸ ὑποφρίττειν ὡς ἐπὶ πολὺ τὰς καθαιρομένας, ὅτι ψυχρόν ἐστι καὶ ἄπεπτον τὸ κεκινημένον καὶ ἀποχωροῦν ἐκ τοῦ σώματος. τὴν δὲ ψιλότητα τίς ἂν εἴποι, ὅτι θερμότητος οὐχὶ μᾶλλον ψυχρότητός ἐστι τὸ πάθος, ὁρῶν τὰ θερμότατα τοῦ σώματος μέρη δασυνόμενα; πάντα γὰρ ἐξωθεῖται τὰ τοιαῦτα τῷ θερμῷ, χαράσσοντι καὶ ἀναστομοῦντι τὴν ἐπιφάνειαν. ἡ δὲ λειότης πυκνότητι γέγονεν ὑπὸ ψυχρότητος· ὅτι δʼ εἰσὶ πυκνότεραι τῶν ἀνδρῶν, ὦ φίλʼ Ἀθρυΐλατε, πυθοῦ παρὰ τῶν ἔτι συναναπαυομένων γυναιξὶν ἢ μύρον ἀληλιμμέναις ἢ ἔλαιον· ἀναπίμπλανται γὰρ αὐτοῦ τοῦ χρίσματος ἐν τῷ συγκαθεύδειν, κἂν μὴ θίγωσι μηδὲ προσάψωνται τῶν γυναικῶν, διὰ θερμότητα καὶ μανότητα τοῦ σώματος ἕλκοντος.

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
