Ancient Greek · ~7 min
Book 4, Εἰ ἡ ποικίλη τροφὴ τῆς ἁπλῆς εὐπεπτοτέρα.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 4.1
Not analysed yet
τῆς οὖν τετάρτης τῶν συμποτικῶν ζητημάτων δεκάδος ἡμῖν πρῶτον ἔσται τὸ περὶ τῆς· ποικίλης τροφῆς ζητηθέν. Ἐλαφηβολίων γὰρ ὄντων, εἰς Ὑάμπολιν ἐπὶ τὴν ἑορτὴν ἀφικνουμένους ἡμᾶς εἱστία Φίλων ὁ ἰατρὸς ἐκ παρασκευῆς τινος, ὡς ἐφαίνετο, νεανικῆς. ἰδὼν δὲ τῶν παιδίων τῶν ἅμα τῷ Φιλίνῳ τὸ νέον ἄρτῳ χρώμενον ἄλλου δὲ μηδενὸς δεόμενον, ὦ Ἡράκλεις ἔφη τοῦτʼ ἄρʼ ἦν τὸ λεγόμενον ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δʼ οὐκ ἦν ἀνελέσθαι· καὶ ἀνεπήδησεν οἰσόμενός τι τῶν χρησίμων ἐκείνοις, εἶθʼ ἧκε μετὰ χρόνον συχνὸν ἰσχάδας αὐτοῖς τινας καὶ τυρὸν κομίζων. ἐμοῦ δʼ εἰπόντος, ὅτι τοῦτο συμβαίνει τοῖς τὰ περιττὰ καὶ πολυτελῆ παρασκευαζομένοις ἀμελεῖν καὶ σπανίζειν τῶν ἀναγκαίων καὶ χρησίμων οὐ γὰρ ἐμεμνήμην εἶπεν ὁ Φίλων ὅτι Σώσαστρον ἡμῖν ὑποτρέφει ὁ Φιλῖνος, ὅν φασι μήτε ποτῷ χρησάμενον ἄλλῳ μήτʼ ἐδέσματι πλὴν γάλακτος διαβιῶσαι πάντα τὸν βίον· ἀλλʼ ἐκείνῳ μὲν ἐκ μεταβολῆς ἀρχὴν γενέσθαι τῆς τοιαύτης διαίτης εἰκός· τὸν δʼ ἡμέτερον ἀντιστρόφως τῷ Ἀχιλλεῖ τρέφων ὁ Χείρων οὗτος, εὐθὺς ἀπὸ τῆς γενέσεως ἀναιμάκτοις καὶ ἀψύχοις τροφαῖς, οὐκ ἂν εἰς μακρὰν ἀποδείξειεν ἀέρι καὶ δρόσῳ, ὡς λέγουσι, καθάπερ οἱ τέττιγες σιτούμενον. ἡμεῖς μὲν οὖν ὁ Φιλῖνος εἶπεν ἠγνοοῦμεν Ἑκατομφόνια δειπνήσοντες, ὥσπερ ἐπʼ Ἀριστομένους· ἐπεὶ παρῆμεν ἂν ὄψα τῶν λιτῶν καὶ ὑγιαινόντων, ὥσπερ ἀλεξιφάρμακα, πρὸς οὕτω πολυτελεῖς καὶ φλεγμαινούσας τραπέζας περιαψάμενοι, καὶ ταῦτα, σοῦ πολλάκις ἀκηκοότες ὅτι τῶν ποικίλων τὰ ἁπλᾶ μᾶλλον εὔπεπτʼ ἐστὶ καὶ εὐπόριστα καὶ ὁ Μαρκίων πρὸς τὸν Φίλωνα διαφθείρει σου Φιλῖνος ἔφη τὴν παρασκευήν, ἀποτρέπων καὶ δεδιττόμενος τοὺς δαιτυμόνας· ἀλλʼ ἂν ἐμοῦ δεηθῇς, ἐγγυήσομαι πρὸς αὐτοὺς ὑπέρ σοῦ τὴν ποικίλην τροφὴν εὐπεπτοτέραν εἶναι τῆς ἁπλῆς, ὥστε θαρροῦντας ἀπολαύειν τῶν παρακειμένων. ὁ μὲν οὖν Φίλων ἐδεῖτο τοῦ Μαρκίωνος οὕτω ποιεῖν.