# Συμποσιακῶν προβλημάτων βιβλία 4.2.1

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 4, Εἰ ἡ ποικίλη τροφὴ τῆς ἁπλῆς εὐπεπτοτέρα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/4.2.1

ἐπεὶ δʼ ἡμεῖς παυσάμενοι τοῦ δειπνεῖν προσεκαλούμεθα τὸν Φιλῖνον ἐπιθέσθαι τῇ κατηγορίᾳ τῆς ποικίλης τροφῆς, οὐκ ἐμός εἶπεν ὁ μῦθος ναυξκ. π. 511 ἀλλʼ οὑτοσὶ Φίλων ἑκάστοτε λέγει πρὸς ἡμᾶς, ὅτι πρῶτον μὲν τὰ θηρία τροφαῖς μονοειδέσι καὶ ἁπλαῖς χρώμενα μᾶλλον ὑγιαίνει τῶν ἀνθρώπων· ὅσα δὲ σιτεύουσι καθείρξαντες, ἐπισφαλῆ πρὸς τὰς νόσους ἐστὶ καὶ ῥᾳδίως ταῖς ὠμότησιν ἁλίσκεται διὰ τὸ μικτήν τινα καὶ συνηδυσμένην τροφὴν προσφέρεσθαι. δεύτερον, οὐδεὶς γέγονεν οὕτω τῶν ἰατρῶν παράτολμος ἐν καινοτομίᾳ καὶ ἀνδρεῖος, ὥστε ποικίλην τροφὴν πυρέττοντι προσενεγκεῖν ἀλλὰ τὴν ἁπλῆν καὶ ἄκνισον ὡς ὑπήκοον μάλιστα τῇ πέψει προσφέρουσι. δεῖ γὰρ παθεῖν τὴν τροφὴν καὶ μεταβαλεῖν κρατηθεῖσαν ὑπὸ τῶν ἐν ἡμῖν δυνάμεων. κρατεῖ δὲ καὶ βαφὴ τῶν ἁπλῶν χρωμάτων μᾶλλον, καὶ μυρεψικοῖς φαρμάκοις τρέπεται τάχιστα τὸ ἀωδέστατον ἔλαιον, καὶ τροφῆς εὐπαθέστατον ὑπὸ πέψεως μεταβάλλειν τὸ ἀφελὲς καὶ μονοειδές. αἱ δὲ πολλαὶ καὶ ποικίλαι ποιότητες ὑπεναντιώσεις ἔχουσαι καὶ δυσμαχοῦσαι φθείρονται πρότερον προσπίπτουσαι, καθάπερ ἐν πόλει μιγάδων καὶ συγκλύδων ἀνθρώπων πλῆθος, οὐ ῥᾳδίως μίαν οὐδʼ ὁμοπαθοῦσαν ἴσχουσαι κατάστασιν, ἀλλʼ ἑκάστη πρὸς τὸ οἰκεῖον ἀντιτείνουσα καὶ δυσσύμβατος οὖσα πρὸς τὸ ἀλλόφυλον. ἐμφανὲς δὲ τεκμήριον τὸ περὶ τὸν οἶνον· αἱ γὰρ ἀλλοινίαι λεγόμεναι τάχιστα μεθύσκουσιν, ἀπεψίᾳ δʼ οἴνου προσέοικεν ἡ μέθη. διὸ φεύγουσι τὸν μεμιγμένον οἶνον οἱ πίνοντες, οἱ δὲ μιγνύοντες πειρῶνται λανθάνειν ὡς ἐπιβουλεύοντες· ἐκστατικὸν γὰρ ἡ μεταβολὴ καὶ τὸ ἀνώμαλον. ὅθεν που καὶ τὰς πολυχορδίας μετὰ πολλῆς οἱ μουσικοὶ κινοῦσιν εὐλαβείας, αἷς οὐδὲν ἄλλο κακὸν ἢ τὸ μικτόν ἐστι καὶ ποικίλον. ἐγὼ δʼ ἐκεῖνο ἔχω εἰπεῖν, ὅτι μᾶλλον ἂν ἐκ λόγων ὑπεναντίων γένοιτʼ ἂν πίστις καὶ συγκατάθεσις ἢ πέψις ἐκ διαφόρων ποιοτήτων. εἰ δὲ δὴ δοκῶ παίζειν, ταῦτʼ ἐάσας ἐπὶ τὰ Φίλωνος ἄνειμι. πολλάκις γὰρ ἀκούομεν αὐτοῦ λέγοντος, ὡς, ἐπεὶ ποικίλῃ ποιότητι τροφῆς γίγνεται τὸ δύσπεπτον, ἥ τε πολυμιγία βλαβερὸν καὶ γόνιμον ἀλλοκότων ποιοτήτων, δεῖ τὸ σύμφυλον ἐκ πείρας λαβόντα χρῆσθαι καὶ στέργειν· εἰ δὲ φύσει δύσπεπτον οὐδέν, ἀλλὰ πλῆθός ἐστι τὸ ταράσσον καὶ φθεῖρον, ἔτι μᾶλλον οἶμαι τὰ παντοδαπὰ ταῦτα καὶ ποικίλα φευκτέον, οἷς ἀρτίως ἡμᾶς ὁ Φίλωνος ὀψοποιὸς ὥσπερ ἀντίτεχνος αὐτοῦ κατεφάρματτεν, ἐξαλλάττων τῇ καινότητι καὶ μεταβολῇ τὴν ὄρεξιν οὐκ ἀπαγορεύουσαν, ἀλλʼ ἀγομένην ἐπʼ ἄλλα καὶ παρεκβαίνουσαν ἐν τῷ ποικίλῳ τὸ μέτριον καὶ αὔταρκες, ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος νος ἕτερον ἀφʼ ἑτέρας ἰέμενος ἄγρευμʼ ἀνθέων ἡδομένᾳ ψυχᾷ, τὸ νήπιον ἄπληστος ἐών ἐπὶ πλεῖστον ἐξανθίζεται τοῦ λειμῶνος. ἐνταῦθα δὲ καὶ τοῦ Σωκράτους ἅμα μνημονευτέον, παρακελευομένου φυλάττεσθαι τῶν βρωμάτων, ὅσα τοὺς μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, ὡς οὐδὲν ἀλλʼ ἢ τὸ παντοδαπὸν καὶ ποικίλον εὐλαβεῖσθαι καὶ δεδιέναι τῶν σιτίων παραινοῦντος. τοῦτο γὰρ πορρωτέρω ἐξάγει τῆς χρείας τὴν ἀπόλαυσιν ἐν θεάμασιν, ἐν ἀκροάμασιν, ἐν ἀφροδισίοις, ἐν παιδιαῖς ἁπάσαις καὶ διατριβαῖς, ἀναλαμβανομένην ὑπὸ τοῦ περιττοῦ πολλὰς ἀρχὰς ἔχοντος· ἐν δὲ ταῖς ἁπλαῖς καὶ μονοτρόποις ἡδοναῖς οὐ παρεκβαίνει τὴν φύσιν ἡ θέλξις. ὅλως δέ μοι δοκεῖ μᾶλλον ἄν τις ὑπομεῖναι πολυχορδίαν μουσικὸν ἐπαινοῦντα καὶ μυραλοιφίαν ἀλείπτην ἢ πολυοψίαν ἰατρόν· αἱ γὰρ ἐκτροπαὶ καὶ μεταβολαὶ τῆς εἰς ὑγίειαν εὐθείας ἐκβιβάζουσι.

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
