Ancient Greek · ~7 min
Book 4, Διὰ τί τὰ ὕδνα δοκεῖ τῇ βροντῇ γίγνεσθαι, καὶ διὰ τί τοὺς καθεύδοντας οἴονται μὴ κεραυνοῦσθαι.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 4.3
Not analysed yet
παρὼν δʼ ὁ ῥήτωρ Δωρόθεος ὀρθῶς ἔφη λέγεις· οὐ γὰρ μόνον οἱ πολλοὶ καὶ ἰδιῶται τοῦτο πεπόνθασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων τινές. ἐγὼ γοῦν οἶδα, κεραυνοῦ παρʼ ἡμῖν εἰς οἰκίαν ἐμπεσόντος καὶ πολλὰ θαυμαστὰ δράσαντος οἶνόν τε γὰρ ἐκ πίθων διεφόρησε τοῦ κεράμου μηδὲν παθόντος, ἀνθρώπου τε καθεύδοντος διαπτάμενος οὔτʼ αὐτὸν ἠδίκησεν οὔτε τῆς ἐσθῆτος ἔθιγε, ζώνην δὲ χαλκοῦς ἔχουσαν ὑπεζωσμένου διέτηξε τὸ νόμισμα πᾶν καὶ συνέχεε· φιλοσόφῳ δὲ παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα καὶ διαπυνθανόμενον· τὸν δʼ ἀφοσιωσάμενον καὶ κελεύσαντα τὰ καθʼ ἑαυτὸν δρᾶν καὶ προσεύχεσθαι τοῖς θεοῖς. ἀκούω δὲ καὶ στρατιώτου φυλάττοντος ἱερὸν ἐν Ῥώμῃ κεραυνὸν ἐγγὺς πεσόντα διακαῦσαι τῶν ὑποδημάτων τοὺς ἱμάντας, ἄλλο δὲ μηδὲν κακὸν ἐργάσασθαι· καὶ κυλιχνίων ἀργυρῶν ξυλίνοις ἐγκειμένων ἐλύτροις τὸν μὲν ἄργυρον συνιζῆσαι τακέντα, τὸ δὲ ξύλον ἄθικτον καὶ ἀπαθὲς εὑρεθῆναι. καὶ ταῦτα μὲν ἔξεστι πιστεύειν καὶ μή· πάντων δὲ θαυμασιώτατον, ὃ πάντες ὡς ἔπος εἰπεῖν ἴσμεν, ὅτι τῶν ὑπὸ κεραυνοῦ διαφθαρέντων ἄσηπτα τὰ σώματα διαμένει· πολλοὶ γὰρ οὔτε κάουσιν οὔτε κατορύττουσιν, ἀλλʼ ἐῶσι περιφράξαντες, ὥσθʼ ὁρᾶσθαι τοὺς νεκροὺς ἀσήπτους ἀεί· τὴν Εὐριπίδου Κλυμένην ἐλέγχοντας ἐπὶ τοῦ Φαέθοντος εἰποῦσαν φίλος δέ μοι ἄλουτος ἐν φάραγξι σήπεται νέκυς. ὅθεν οἶμαι καὶ τὸ θεῖον ὠνομάσθαι τῇ ὁμοιότητι τῆς ὀσμῆς, ἣν τὰ παιόμενα τοῖς κεραυνοῖς ἀφίησιν ἐκτριβομένην πυρώδη καὶ δριμεῖαν ὑφʼ ἧς ἐμοὶ δοκοῦσι καὶ κύνες καὶ ὄρνιθες ἀπέχεσθαι τῶν διοβλήτων σωμάτων. ἐμοὶ γὰρ ἄχρι τούτου τῆς αἰτίας ὥσπερ δάφνης παρατετρώχθω· τὰ δὲ λοιπὰ τοῦτον ἔφη παρακαλῶμεν, ἐπεὶ καὶ τοῖς ὕδνοις ἐνευημέρηκεν, ἵνα μὴ πάθωμεν τὸ τοῦ Ἀνδροκύδους. ἐκεῖνος γὰρ ὧν ἐποίησε πάντων ἐναργέστατα καὶ κάλλιστα τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς ζωγραφήσας ἔδοξε τῷ πάθει μᾶλλον ἢ τέχνῃ κεχρῆσθαι· φύσει γὰρ ἦν φίλοψος· οὕτω φήσει τις καὶ ἡμᾶς ὑφʼ ἡδονῆς φιλοσοφήσαντας περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν, ὡς ὁρᾶς ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας, καὶ τὴν αἰτίαν προδήλῳ τῷ εἶναι πειθούσης.