Ancient Greek · ~2 min
Book 4, Διὰ τί πλείστους ἐν γάμοις ἐπὶ δεῖπνον καλοῦσιν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 4.3-2
Not analysed yet
ἀποδεξαμένων δʼ ἡμῶν, ὑπολαβὼν ὁ Θέων καὶ τοῦτʼ ἔφη κείσθω· οὐκ ἀπίθανον γάρ ἐστι· κἀκεῖνο πρόσθες, εἰ βούλει, τὰς τοιαύτας ἑστιάσεις μὴ μόνον φιλικὰς ἀλλὰ καὶ συγγενικὰς εἶναι, καταμιγνυμένης εἰς τὸ γένος ἑτέρας οἰκειότητος. ὃ δὲ τούτου μεῖζόν ἐστιν, οἴκων εἰς ταὐτὸ συνιόντων δυεῖν, ὅ τε λαμβάνων τοὺς τοῦ διδόντος οἰκείους καὶ φίλους ὅ τε διδοὺς τοὺς τοῦ λαμβάνοντος οἰόμενοι δεῖν φιλοφρονεῖσθαι διπλασιάζουσι τὴν ὑποδοχήν. ἔτι πολλὰ τῶν γαμικῶν ἢ τὰ πλεῖστα δρᾶται διὰ γυναικῶν· ὅπου δὲ γυναῖκες πάρεισι, καὶ τοὺς ἄνδρας ἀναγκαῖόν ἐστι παραλαμβάνεσθαι.