Ancient Greek · ~11 min
Book 5, Ὅτι παλαιὸν ἦν ἀγώνισμα τὸ τῆς ποιητικῆς.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 5.1-2
Not analysed yet
ἐν Πυθίοις ἐγίγνοντο λόγοι περὶ τῶν ἐπιθέτων ἀγωνισμάτων, ὡς ἀναιρετέα. παραδεξάμενοι γὰρ ἐπὶ τρισὶ τοῖς καθεστῶσιν ἐξ ἀρχῆς, αὐλητῇ Πυθικῷ καὶ κιθαριστῇ καὶ κιθαρῳδῷ, τὸν τραγῳδόν, ὥσπερ πύλης ἀνοιχθείσης οὐκ ἀντέσχον ἀθρόοις συνεπιτιθεμένοις καὶ συνεισιοῦσι παντοδαποῖς ἀκροάμασιν ὑφʼ ὧν ποικιλίαν μὲν ἔσχεν οὐκ ἀηδῆ καὶ πανηγυρισμὸν ὁ ἀγών, τὸ δʼ αὐστηρὸν καὶ μουσικὸν οὐ διεφύλαξεν, ἀλλὰ καὶ πράγματα τοῖς κρίνουσι παρέσχε καὶ πολλὰς ὡς εἰκὸς ἡττωμένων πολλῶν ἀπεχθείας. οὐχ ἥκιστα δὲ τὸ τῶν λογογράφων καὶ ποιητῶν ἔθνος ᾤοντο δεῖν ἀποσκευάσασθαι τοῦ ἀγῶνος, οὐχ ὑπὸ μισολογίας, ἀλλὰ πολὺ πάντων τῶν ἀγωνιστῶν γνωριμωτάτους ὄντας ἐδυσωποῦντο τούτους καὶ ἤχθοντο, πάντας ἡγούμενοι χαρίεντας, οὐ πάντων δὲ νικᾶν δυναμένων. ἡμεῖς οὖν ἐν τῷ συνεδρίῳ παρεμυθούμεθα τοὺς τὰ καθεστῶτα κινεῖν βουλομένους καὶ τῷ ἀγῶνι καθάπερ ὀργάνῳ πολυχορδίαν καὶ πολυφωνίαν ἐπικαλοῦντας. καὶ παρὰ τὸ δεῖπνον, ἐστιῶντος ἡμᾶς Πετραίου τοῦ ἀγωνοθέτου, πάλιν ὁμοίων λόγων προσπεσόντων, ἠμύνομεν τῇ μουσικῇ· τήν τε ποιητικὴν ἀπεφαίνομεν οὐκ ὄψιμον οὐδὲ νεαρὰν ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἀφιγμένην, ἀλλὰ πρόπαλαι στεφάνων ἐπινικίων τυγχάνουσαν. ἐνίοις μὲν οὖν ἐπίδοξος ἤμην ἕωλα παραθήσειν πράγματα, τὰς Οἰολύκου τοῦ Θετταλοῦ ταφὰς καὶ τὰς Ἀμφιδάμαντος τοῦ Χαλκιδέως ἐν αἷς Ὅμηρον καὶ Ἡσίοδον ἱστοροῦσιν ἔπεσι διαγωνίσασθαι. καταβαλὼν δὲ ταῦτα τῷ διατεθρυλῆσθαι πάνθʼ ὑπὸ τῶν γραμματικῶν, καὶ τοὺς ἐπὶ ταῖς Πατρόκλου ταφαῖς ἀναγιγνωσκομένους ὑπό τινων οὐχ ἥμονας ἀλλὰ ῥήμονας, ὡς δὴ καὶ λόγων ἆθλα τοῦ Ἀχιλλέως προθέντος, ἀφείς, εἶπον ὅτι καὶ Πελίαν θάπτων Ἄκαστος ὁ υἱὸς ἀγῶνα ποιήματος παράσχοι καὶ Σίβυλλα νικήσειεν. ἐπιφυομένων δὲ πολλῶν καὶ τὸν βεβαιωτὴν ὡς ἀπίστου καὶ παραλόγου τῆς ἱστορίας ἀπαιτούντων, ἐπιτυχῶς ἀναμνησθεὶς ἀπέφαινον Ἀκέσανδρον ἐν τῷ περὶ Λιβύης ταῦθʼ ἱστοροῦντα. καὶ τοῦτο μέν ἔφην τὸ ἀνάγνωσμα τῶν οὐκ ἐν μέσῳ ἐστί· τοῖς δὲ Πολέμωνος τοῦ Ἀθηναίου περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν οἶμαι ὅτι πολλοῖς ὑμῶν ἐντυγχάνειν ἐπιμελές ἐστι, καὶ χρή, πολυμαθοῦς καὶ οὐ νυστάζοντος ἐν τοῖς Ἑλληνικοῖς πράγμασιν ἀνδρός· ἐκεῖ τοίνυν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῷ Σικυωνίῳ θησαυρῷ χρυσοῦν ἀνέκειτο βιβλίον Ἀριστομάχης ἀνάθημα τῆς Ἐρυθραίας ἐπικῷ ποιήματι δὶς Ἴσθμια νενικηκυίας. οὐ μὴν οὐδὲ τὴν Ὀλυμπίαν ἔφην ἄξιόν ἐστιν ὥσπερ εἱμαρμένην ἀμετάστατον καὶ, ἀμετάθετον ἐν τοῖς ἀθλήμασιν ἐκπεπλῆχθαι. τὰ μὲν γὰρ Πύθια τῶν μουσικῶν ἔσχε τρεῖς ἢ τέτταρας ἐπεισοδίους ἀγῶνας, ὁ δὲ γυμνικὸς ἀπʼ ἀρχῆς ὡς ἐπὶ τὸ πλεῖστον οὕτω κατέστη, τοῖς δʼ Ὀλυμπίοις πάντα προσθήκη πλὴν τοῦ δρόμου γέγονε· πολλὰ δὲ καὶ θέντες ἔπειτʼ ἀνεῖλον, ὥσπερ τὸν τῆς κάλπης ἀγῶνα καὶ τὸν τῆς ἀπήνης· ἀνῃρέθη δὲ καὶ παισὶ πεντάθλοις στέφανος τεθείς· καὶ ὅλως πολλὰ περὶ τὴν πανήγυριν νενεωτέρισται. δέδια δʼ εἰπεῖν ὅτι πάλαι καὶ μονομαχίας ἀγὼν περὶ Πῖσαν ἤγετο μέχρι φόνου καὶ σφαγῆς τῶν ἡττωμένων καὶ ὑποπιπτόντων, μή με πάλιν ἀπαιτῆτε τῆς ἱστορίας βεβαιωτήν, κἂν διαφύγῃ τὴν μνήμην ἐν οἴνῳ τοὔνομα, καταγέλαστος γένωμαι.