Ancient Greek · ~4 min
Book 5, Περὶ τοῦ ζωρότερον δὲ κέραιε.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 5.1-4
Not analysed yet
γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων ὁ Ἀχιλλεύς, ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτʼ αἰτίαν τοιαύτην ἐπιλέγων οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. Νικήρατος μὲν οὖν ὁ ἑταῖρος ἡμῶν, ὁ Μακεδὼν, ἄντικρυς ἀπισχυρίζετο μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸ ζωρόν ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, ὃ δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων, νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα· καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα ποιεῖν. Σωσικλῆς δʼ ὁ ποιητὴς, τοῦ Ἐμπεδοκλέους ἐπιμνησθεὶς εἰρηκότος ἐν τῇ καθόλου μεταβολῇ γίγνεσθαι ζωρά τε τὰ πρὶν ἄκρητα, μᾶλλον ἔφη τὸ εὔκρατον ἢ τὸ ἄκρατον ὑπὸ τἀνδρὸς ζωρὸν λέγεσθαι, καὶ μηδέν γε κωλύειν ἐπικελεύεσθαι τῷ Πατρόκλῳ τὸν Ἀχιλλέα παρασκευάζειν ᾖ εὔκρατον εἰς πόσιν τὸν οἶνον· εἰ δʼ ἀντὶ τοῦ ζωροῦ ζωρότερον εἶπεν, ὥσπερ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ καὶ θηλύτερον ἀντὶ τοῦ θήλεος, οὐκ ἄτοπον εἶναι χρῆσθαι γὰρ ἐπιεικῶς ἀντὶ τῶν ἁπλῶν τοῖς συγκριτικοῖς, Ἀντίπατρος δʼ ὁ ἑταῖρος ἔφη τοὺς μὲν ἐνιαυτοὺς ἀρχαϊκῶς ὥρους λέγεσθαι, τὸ δὲ ζα μέγεθος εἰωθέναι σημαίνειν· ὅθεν τὸν πολυετῆ καὶ οἶνον ὑπὸ τοῦ Ἀχιλλέως ζωρὸν ὠνομάσθαι.