Ancient Greek · ~5 min
Book 5, Τίς ἡ αἰτία, διʼ ἣν ἡ συκῆ δριμύτατον οὖσα δένδρον γλυκύτατον παρέχει τὸν καρπόν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 5.1-9
Not analysed yet
μετὰ δὲ ταῦτα περὶ τῶν σύκων διηπορήθη, τί δήποτε πίων καὶ γλυκὺς οὕτω καρπὸς ἀπὸ δένδρου φύεται πικροτάτου· τῆς γὰρ συκῆς καὶ τὸ φύλλον διὰ τὴν τραχύτητα θρῖον ὠνόμασται, καὶ τὸ ξύλον ὀπῶδές; ἐστιν, ὥστε καόμενον μὲν ἐκδιδόναι δριμύτατον καπνὸν κατακαυθὲν δὲ τὴν ἐκ τῆς τέφρας κονίαν ῥυπτικωτάτην παρέχειν ὑπὸ δριμύτητος. ὃ δʼ ἐστὶ θαυμασιώτατον, ἀνθούντων ἁπάντων ὅσα βεβλάστηκε καὶ καρπογονεῖ, μόνον ἀνανθές ἐστι τὸ τῆς συκῆς φυτόν· εἰ δʼ, ὥς φασιν, οὐ κεραυνοῦται, καὶ τοῦτʼ ἄν τις ἀναθείη τῇ πικρότητι καὶ καχεξίᾳ τοῦ στελέχους· τῶν γὰρ τοιούτων οὐ δοκοῦσιν ἐπιθιγγάνειν οἱ κεραυνοί, καθάπερ οὐδὲ τῆς φώκης τοῦ δέρματος οὐδὲ τῆς ὑαίνης. ὑπολαβὼν οὖν ὁ πρεσβύτης ἔφη, ὅσον ἂν ἐνῇ τῷ φυτῷ γλυκύτητος, ἅπαν τοῦτο συνθλιβόμενον εἰς τὸν καρπὸν. εἰκότως δριμὺ ποιεῖν καὶ ἄκρατον τὸ λειπόμενον· ῶσπερ γὰρ τὸ ἧπαρ, εἰς ἕνα τόπον τοῦ χολώδους ἀποκριθέντος, αὐτὸ γίγνεται γλυκύτατον οὕτω τὴν συκῆν εἰς τὸ σῦκον ἅπαν τὸ λιπαρὸν καὶ νόστιμον ἀφιεῖσαν αὐτὴν ἄμοιρον εἶναι γλυκύτητος. ἐπεί, ὅτι γε μετέχει τινὸς εὐχυμίας τὸ ξύλον, ἐκεῖνο ἔφη ποιοῦμαι σημεῖον, ὃ λέγουσιν οἱ κηπουροί· λέγουσι γουσι δὲ τοῦ πηγάνου τὸ φυόμενον ὑπʼ αὐτῇ καὶ παραφυτευόμενον ἣδιον εἶναι καὶ τῷ χυμῷ μαλακώτερον, ὡς ἂν ἀπολαῦόν τινὸς γλυκύτητος, κατασβέννυται τἄγαν βαρὺ καὶ κατάκορον, εἰ μὴ νὴ Δία τοὐναντίον ἡ συκῆ περισπῶσα τὴν τροφὴν ἐξαιρεῖ τὸ τῆς δριμύτητος.