Ancient Greek · ~3 min
Book 5, Διὰ τί τὴν μηλέαν ἀγλαόκαρπον ὁ ποιητὴς εἶπεν, Ἐμπεδοκλῆς δʼ ὑπέρφλοια τὰ μῆλα.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 5.2-5
Not analysed yet
ταῦτα μὲν οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι· τοῦ δʼ Ἐμπεδοκλέους εἰρηκότος οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια μῆλα, τὸ μὲν τῶν σιδῶν ἐπίθετον νοεῖν, ὅτι, τοῦ φθινοπώρου λήγοντος ἤδη καὶ τῶν καυμάτων μαραινομένων, ἐκπέττουσι τὸν καρπόν· ἀσθενῆ γὰρ αὐτῶν τὴν ὑγρότητα καὶ γλίσχραν οὖσαν οὐκ ἐᾷ λαβεῖν σύστασιν ὁ ἥλιος, ἂν μὴ μεταβάλλειν ὁ ἀὴρ ἐπὶ τὸ ψυχρότερον ἄρχηται· διὸ καὶ μόνον τοῦτό φησι Θεόφραστος τὸ δένδρον ἐν τῇ σκιᾷ βέλτιον ἐκπέττειν τὸν καρπὸν καὶ τάχιον. τὰ δὲ μῆλα καθʼ ἥντινα διάνοιαν ὁ σοφὸς ὑπέρφλοια προσειρήκοι, διαπορεῖν, καὶ μάλιστα τἀνδρὸς οὐ καλλιγραφίας ἕνεκα τοῖς εὐπροσωποτάτοις τῶν ἐπιθέτων, ὥσπερ ἀνθηροῖς χρώμασι, τὰ πράγματα γανοῦν εἰωθότος, ἀλλʼ ἕκαστον οὐσίας τινὸς ἢ δυνάμεως δήλωμα ποιοῦντος, οἷον ἀμφιβρότην χθόνα τὸ τῇ ψυχῇ περικείμενον σῶμα, καί νεφεληγερέτην τὸν ἀέρα καὶ πολυαίματον τὸ ἧπαρ,