Ancient Greek · ~4 min
Book 5, περὶ τῶν καταβασκαίνειν λεγομένων.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 5.4
Not analysed yet
καὶ ὁ Σώκλαρος ἂν γʼ ἔφη πρότερον ἡμεῖς αὐτὰ δοκιμάσωμεν· ἔστι γὰρ ὅ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ ἃ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μηδὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι· πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος εἶναι; τί δʼ, πρὸς τοῦ Διός, ἐρεῖς περὶ τῶν ἑαυτοὺς καταβασκαίνειν λεγομένων; καὶ γὰρ τοῦτʼ ἀκήκοας· εἰ δὲ μή, πάντως ταῦτʼ ἀνέγνωκας καλαὶ μέν ποτʼ ἔσαν, καλαί, φόβαι Εὐτελίδαο· ἀλλʼ αὑτὸν βάσκαινεν ἰδὼν ὀλοφώιος ἀνὴρ δίνῃ ἐν ποταμῷ· τὸν δʼ αὐτίκα νοῦσος ἀεικής ὁ γὰρ Εὐτελίδας λέγεται, καλὸς ἑαυτῷ φανεὶς· καὶ παθών τι πρὸς τὴν ὄψιν, ἐκ τούτου νοσῆσαι καὶ τὴν εὐεξίαν μετὰ τῆς ὥρας ἀποβαλεῖν. ἀλλʼ ὅρα πῶς ἔχεις εὑρησιλογίας πρὸς τὰς τοιαύτας ἀτοπίας.