Ancient Greek · ~3 min
Book 5, περὶ τῶν καταβασκαίνειν λεγομένων.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 5.6
Not analysed yet
ἐμοῦ δὲ παυσαμένου, Γάιος ὁ Φλώρου γαμβρὸς τῶν δὲ Δημοκρίτου ἔφη εἰδώλων, ὥσπερ Αἰγιέων ἢ Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος· ἅ φησιν ἐκεῖνος ἐξιέναι τοὺς φθονοῦντας, οὔτʼ αἰσθήσεως ἄμοιρα παντάπασιν οὔτθʼ ὁρμῆς, ἀνάπλεὰ τε τῆς ἀπὸ τῶν προϊεμένων μοχθηρίας καὶ βασκανίας· μεθʼ ἧς ἐμπλασσόμενα καὶ παραμένοντα καὶ συνοικοῦντα τοῖς βασκαινομένοις ἐπιταράττειν καὶ κακοῦν αὐτῶν τό τε σῶμα καὶ τὴν διάνοιαν; οὕτω γὰρ οἶμαί πως τὸν ἄνδρα τῇ δόξῃ, τῇ δὲ λέξει δαιμονίως λέγειν καὶ μεγαλοπρεπῶς. πάνυ μὲν οὖν ἔφην ἀλλὰ θαυμάζω, πῶς ἔλαθον ὑμᾶς οὐδὲν ἄλλο τῶν ῥευμάτων τούτων ἢ τὸ ἔμψυχον ἀφελὼν καὶ προαιρετικὸν ἵνα μή με δόξητε πόρρω νυκτῶν ὑμῖν ἐπάγοντα φάσματα καὶ εἴδωλα πεπνυμένα καὶ φρονοῦντα μορμολύττεσθαι καὶ διαταράττειν. ἕωθεν οὖν, ἐὰν δοκῇ, περὶ τούτων σκεψώμεθα.