Ancient Greek · ~2 min
Book 6, Διὰ τί ὁ ποιητὴς ἐπὶ μὲν τῶν ἄλλων ὑγρῶν τοῖς ἰδίοις ἐπιθέτοις χρῆται, μόνον δὲ τοὔλαιον ὑγρὸν καλεῖ.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 6.1-9
Not analysed yet
ἠπορήθη ποτὲ καὶ διὰ τί πολλῶν ὑγρῶν ὄντων τὰ μὲν ἄλλα τοῖς ἰδίοις ἐπιθέτοις ὁ ποιητὴς εἰώθει κοσμεῖν, τὸ γάλα τε λευκὸν καὶ τὸ μέλι χλωρὸν καὶ τὸν οἶνον ἐρυθρὸν καλῶν, τὸ δʼ ἔλαιον ἀπὸ κοινοῦ τοῦ πᾶσι συμβεβηκότος μόνον ἐπιεικῶς ὑγρὸν προσαγορεύει. εἰς τοῦτʼ ἐλέχθη, ὅτι ὡς γλυκύτατόν ἐστι τὸ διʼ ὅλου γλυκύ, καὶ λευκότατον τὸ διʼ ὅλου λευκόν· διʼ ὅλου δὲ τοιοῦτόν ἐστιν, ᾧ μηδὲν ἐμμέμικται τῆς ἐναντίας φύσεως· οὕτω δὴ καὶ τὸ ὑγρὸν μάλιστα ῥητέον, οὗ μηθὲν μέρος ξηρόν ἐστι· τοῦτο δὲ τῷ ἐλαίῳ συμβέβηκε.